Sayfadaki görseller
PDF
ePub

THE

CLASSICAL JOURNAL;

N°. LXVII.

SEPTEMBER, 1826.

CONFESSION OF FAITH OF CYRILLUS LUCARIS.'

In the preface to a volume published many years ago by Mr. Charles Butler, comprehending the confessions of various Christian churches, the editor stated that he had not been able to procure a copy of the Confession promulgated in the name of the Greek church by Cyrillus Lucaris, Patriarch of Constantinople, A. D. 1631. Having accidentally met with a copy of this document, we have thought it sufficiently interesting to be presented to the theological reader. The publication in which it is contained is intitled " Cyrilli Lucaris Patriarchæ Constantinopolitani Confessio Christianæ Fidei. Cui adjuncta est gemina ejusdem Confessionis Censura Synodalis; una, a Cyrillo Beorhoensi, altera, a Parthenio, Patriarchis itidem Constantinopolitanis, promulgata. Omnia Græce et Latine. 1645." The only liberty which we have taken, has been with the punctuation, which is in various places faulty, to the injury of the sense. The author, Cyrillus Lucaris, is memorable in ecclesiastical history, for an unsuccessful attempt to reform the corruptions of the Eastern Church. Of him, and of the Confession in question, we propose to give some account in a future number.

The name is variously written, Lucares, Lucaris, Lucarius, and Lucar. Perhaps it is the modern Greeks, pronounced (and thence written by foreigners) is, with the i long, as in Canaris, Botzaris, Miaulis, Luriottis, &c. Cyrillus himself, however, writes it Aounágios.

VOL. XXXIV.

CI. JI.

NO. LXVII. A

ΑΝΑΤΟΛΙΚΗ ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΧΡΙΣΤΙΑΝΙΚΗΣ

ΠΙΣΤΕΩΣ

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ̔Αγίου Πνεύματος. Κυρίλλος πατριάρχης Κωνσταντινουπόλεως τοῖς ἐρωτῶσι καὶ πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκείας τῆς τῶν Γραικῶν, ἤτοι τῆς 'Ανατολικῆς ἐκκλησίας, πῶς δηλονότι περὶ τῆς ὀρθοδόξου πίστεως φρονεῖ, ἐν ὀνόματι κοινῶς τῶν Χριστιανῶν ἁπάντων, ἐκδίδωσι σύντομον ὁμολογίαν ταύτην, εἰς μαρτύριον πρός τε Θεοῦ πρός τε ἀνθρώπων, εἰλικρινεῖ συνειδήσει, οὐδεμιᾶς ἄνευ προσποιήσεως.

Κεφάλαιον ά. Πιστεύομεν ἕνα θεὸν ἀληθῆ, παντοκράτορα, καὶ ἀόριστον, τρισυπόστατον, πατέρα, υἱὸν, καὶ ἅγιον πνεῦμα. πατέρα ἀγέννητον, υἱὸν γεννητὸν ἐκ τοῦ πατρὸς πρὸ αἰώνων, ὁμοούσιον αὐτῷ, πνεῦ μα ἅγιον ἐκ τοῦ πατρὸς δι' υἱοῦ προερχόμενον, πατρὶ καὶ υἱῷ ὁμοούσιον. ταύτας τὰς τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ παναγίαν τριάδα προσαγορεύομεν, ὑπὸ πάσης κτίσεως ἀεὶ εὐλογουμένην, δοξαζομένην καὶ προσκυνουμένην.

Κεφάλαιον β'. Πιστεύομεν τὴν ἱερὰν γραφὴν εἶναι θεοδίδακτον, ἧς τὸ πνεῦμα τὸ ἅγιον δημιουργός ἐστι, καὶ οὐκ ἄλλος. ταύτῃ ἀδιστάκτως πιστεύειν ὀφείλομεν, ὅτι γέγραπται, Εχομεν βεβαιότερον τὸν προφη τικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχ μηρῷ τόπῳ. εἶτα τὴν τῆς ἱερᾶς γραφῆς μαρτυρίαν, πολλῷ μᾶλλον ἀνωτέραν εἶναι τῆς ἣν κέκτηται ἡ ἐκκλησία· οὐ γάρ ἐστιν ἴσον ὑπὸ τοῦ παναγίου πνεύματος ἡμᾶς διδάσκεσθαι, καὶ ὑπὸ ἀνθρώπου· τὸν γὰρ ἄν θρωπον ἐξ ἀγνοίας ἐνδεχόμενον ἁμαρτῆσαι, καὶ ἀπατῆσαι, καὶ ἀπατηθῆναι· ἡ δὲ θεία γραφὴ οὔτε ἀπατᾷ, οὔτε ἀπατᾶται, οὔθ ̓ ὑπόκειται ἁμαρτήματι· ἀλλ' ἔστιν ἀδιάπτωτος, καὶ ἀένναον τὸ κῦρος ἔχουσα.

Κεφάλαιον γ'. Πιστεύομεν τὸν ἀκρῶς ἀγαθὸν Θεὸν πρὸ καταβολῆς κόσμου οὓς ἐξελέξατο εἰς δόξαν προορίσαι, μηδαμῶς εἰς τὰ ἔργα ἀποβλέποντα αὐτῶν, οὔτε μὴν ἔχοντα ἑτέραν αἰτίαν εἰς τὴν ἐκλογὴν ταύτην κατεπείγουσαν, εἰ μὴ τὴν εὐδοκίαν, καὶ θεῖον ἔλεος. ὡσαύτως πρὸ τοῦ τὸν αἰῶνα γενέσθαι, ἀποβεβληκέναι, οὓς ἀποβέβληκε. τῆς δὲ ἀποβολῆς ταύτης, εἴτις ἐπίδῃ ἐπὶ τὴν ἀπολελυμένην τοῦ Θεοῦ αὐθεντείαν καὶ κυριότητα, εὑρήσει ἀναμφιβόλως αἰτίαν εἶναι τὴν θείαν θέλησιν· εἰ δέ τις αὖθις εἰς τοὺς τῆς εὐταξίας νόμους τε καὶ κανόνας στραφείη ἧς ἡ ἄνω πρόνοια εἰς τὴν τῆς οἰκουμένης κέχρηται κυβέρνησιν, αἰτίαν τὴν δικαιοσύνην κατανοήσει. οἰκτίρμων γάρ ἐστιν ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος.

Κεφάλαιον δ'. Πιστεύομεν τὸν τρισυπόστατον Θεὸν, τὸν πατέρα, τὸν υἱὸν, καὶ τὸ ἅγιον πνεῦμα, ποιητὴν εἶναι τῶν ὁρατῶν καὶ τῶν ἀορά των κτισμάτων. τὰ ἀόρατα μὲν τὰς ἀγγελικὰς δυνάμεις, ὁρατὰ δὲ τὸν οὐρανὸν καὶ τὰ ὑπ ̓ οὐρανὸν λέγομεν. ὅτι δὲ φύσει ἀγαθὸς ὁ ποιητὴς, ἐποίησε καλὰ πάντα ὅσα ἐποίησε· οὐδὲ δύναταί ποτε κακοῦ ποιητὴς εἶναι. εἰ δέ τι κακόν ἐστιν ἐν τῇ φύσει, ἐκεῖνο ἢ τοῦ διαβόλου ἢ τοῦ ἀνθρώπου εἶναι. κανὼν γάρ ἐστιν ἀληθὴς καὶ ἀδιάπτωτος, κακοῦ τὸν Θεὸν μηδαμῶς εἶναι δημιουργὸν, μήτε μὴν δικαίῳ λόγῳ τοῦ Θεοῦ καταψηφίζεσθαί τινα. (quod Deus author non est mali, nec culpa justa ratione potest ei imputari, Lat.)

Κεφάλαιον ε'. Πιστεύομεν τὰ πάντα ὑπὸ τῆς τοῦ Θεοῦ κυβερνᾶσθαι προνοίας, ἥντινα ἐκθειάζειν, ἀλλ' οὐκ ἐξετάζειν ὀφείλομεν, ὑπὸ τὴν ἡμετέραν οὖσαν κατάληψιν, μὴ δυνάμενοι ἀφ' ἑαυτῶν ἀκριβῶς εἰς και τάληψιν τῶν ἐκείνης λόγων ἀφικέσθαι. διὸ περὶ τούτου ἀποφαινόμεθα ἐν ταπεινώσει μᾶλλον δεῖν ἡμᾶς σιωπὴν ἄγειν, ἢ μηδαμῶς οἰκοδομοῦντας περιττολογεῖν.

Κεφάλαιον στ'. Πιστεύομεν τὸν πρῶτον ἀνθρωπὸν κτισθέντα παρὰ Θεοῦ ἐν παραδείσῳ πεπτωκέναι, ὅτε [ὅτι ? the Latin has quod] παριδὼν τὴν θείαν ἐντολὴν, τῇ τοῦ ὄψεως ἀπατηλῇ συμβουλῇ ἐπειθάρχησε κἀντεῦθεν ἀναβλύσαι τὴν προπατορικὴν ἁμαρτίαν τῇ διαδοχῇ, ὥστε μηδένα κατὰ σάρκα γεννᾶσθαι, ὃς τὸ φορτίον οὐκ ἐπιφέρει τοῦτο, καὶ τοὺς καρποὺς αὐτῆς οὐκ αἰσθάνεται ἐν τῷ νῦν αἰῶνι.

Κεφάλαιον 2'. Πιστεύομεν τὸν υἱὸν τοῦ Θεοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κένωσιν ὑποστῆναι, τουτέστιν, ἐν τῇ ἰδίᾳ ὑποστάσει τὴν ἀνθρωπίνην σάρκα προσειληφέναι, ἐκ πνεύματος ἁγίου ἐν τῇ γαστρὶ τῆς ἀεὶ παρθένου Μαρίας, συλληφθέντα, καὶ ἐνανθρωπήσαντα, γεννηθέντα, παθόντα, ταφέντα, καὶ ἀναστάντα ἐν δόξῃ, σωτηρίαν πᾶσι τοῖς πιστοῖς καὶ δόξαν προξενῆσαι· ὃν καὶ προσδοκῶμεν ἔλευσόμενον κρῖναι Ζῶντας καὶ νεκρούς.

Κεφάλαιον ή. Πιστεύομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον, ἐκεῖ μεσίτην εἶναι, καὶ ὑπὲρ ἡμῶν ἐν τυγχάνειν, μόνον ἔργον πράττοντα ἀληθινοῦ καὶ γνησίου ἀρχιερέως καὶ μεσίτου· ὅθεν καὶ μόνος κήδεται τῶν ἰδίων, καὶ προΐσταται τῆς ἐκκλησίας, αὐτὴν τῇ τῶν εὐλογιῶν ποικιλότητι καὶ κοσμῶν καὶ πλουσιωτέραν ἀποδεικνύμενος.

Κεφάλαιον θ'. Πιστεύομεν μηδένα σώζεσθαι ἄνευ πίστεως πίστιν δὲ λέγομεν τὴν ἐν Χριστῷ Ἰησοῦ δικαιοῦσαν, ἣν εἴτε [ἥ τε ?] Ζωὴ καὶ θάνατος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμῖν ἔτεκε, καὶ τὸ εὐαγγέ λιον κηρύττει, καὶ ἧς ἄνευ τῷ Θεῷ εὐαρεστῆσαι ἀδυνατόν.

Κεφάλαιον ί. Πιστεύομεν τὴν λεγομένην καθολικὴν ἐκκλησίαν, τοὺς ἐν Χριστῷ πιστοὺς καθόλου περιέχειν, ἤτε κεκοιμημένους καὶ εἰς τὴν πατρίδα ἀποκαταστάντας, ἤτε καὶ νῦν ἐν τῇ ὁδῷ παρεπιδήμους. ἥστινος ἐκκλησίας διάτι θνητὸς ἄνθρωπος κεφαλὴ οὐδεπωσοῦν εἶναι δύναται, αὐτ τὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μόνος κεφαλή ἐστι, καὶ αὐτὸς τοὺς οἴακας ἔχων ἐν τῇ τῆς ἐκκλησίας κυβερνήσει πηδαλιουχεῖ. διάτι δ' ὅμως ἐν τῇ παροικία (in via) αἱ κατὰ μέρος ἐκκλησίαι ὁραταί εἰσι, καὶ κατὰ τάξιν ἑκάστη ἔχει τὸν προϊστάμενον, αὐτὸν μὴ καλεῖσθαι κυρίως κεφαλὴν τὴς μερικῆς ἐκείνης ἐκκλησίας, ἀλλ' ἐν καταχρήσει, ὅτι ἐν αὐτῇ μέσ λος ἐστὶ προηγούμενον.

Κεφάλαιον ια'. Πιστεύομεν τὰ μέλη τῆς καθολικῆς ἐκκλησίας εἶναι τοὺς ἁγίους τοὺς εἰς τὴν αἰώνιον ζωὴν ἐκλελεγμένους· ὧν τοῦ κλήρου καὶ τῆς μετοχῆς ἀποκλείεσθαι τοὺς ὑποκριτὰς, εἰ καὶ καταλαμβάνομεν καὶ ὁρῶμεν ἐν ταῖς μερικαῖς ἐκκλησίαις τὸν σῖτον τοῖς ἀχύροις συναναμιγνύμενον.

Κεφάλαιον ιβ'. Πιστεύομεν ἐν τῇ παροικίᾳ ὑπὸ τοῦ ἁγίου πνεύματος ἁγιάζεσθαι καὶ διδάσκεσθαι τὴν ἐκκλησίαν· αὐτὸ γάρ ἐστιν ὁ ἀληθὴς παράκλητος ὃν πέμπει παρὰ τοῦ Πατρὸς ὁ Χριστὸς διδάξαι τὴν ἀλή θειαν, καὶ τὸ σκότος ἀπὸ τῆς τῶν πιστῶν διανοίας ἀπελάσαι. ἀληθὲς

γὰρ καὶ βέβαιον ἐστιν ἐν τῇ ὁδῷ δύνασθαι ἁμαρτάνειν τὴν ἐκκλησίαν, καὶ ἀντὶ τῆς ἀληθείας τὸ ψεῦδος ἐκλέγεσθαι. τῆς πλάνης γὰρ ταύτης καὶ τῆς ἀπάτης μόνου τοῦ παναγίου πνεύματος ἡ διδαχὴ καὶ τὸ φῶς ἡμᾶς ἀπαλλάττει, καὶ οὐκ ἀνθρώπου θνητοῦ, εἰ καὶ δυνατὸν τοῦτο ἐνεργεῖσθαι δι' ὑπηρεσίας τῶν πιστῶς διακονούντων τῇ ἐκκλησίᾳ.

Κεφάλαιον ιγ'. Πιστεύομεν πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐξ ἔργων. πίστιν δ' ὅταν λέγομεν (?), τὸ τῆς πίστεως νοοῦμεν ἀναφορικὸν (correlativum), ὅπερ ἐστὶν ἡ δικαιοσύνη τοῦ Χριστοῦ, ἧς ἡ πίστις, χειρὸς ἔργον πληροῦσα, δραξαμένη, αὐτὴν ἡμῖν εἰς σωτηρίαν προσοικειοῖ. ὅπερ ἐπὶ συστάσει, καὶ οὐκ ἐπὶ ζημίᾳ τῶν ἔργων ἀποφαινόμεθα. ἐπεὶ καὶ τὰ ἔργα μὴ δεῖν ἀμελεῖσθαι, ὡς μέσα ὄντα ἀναγκαῖα ἐπὶ μαρτυρία τῆς πίστεως, πρὸς βεβαίωσιν τῆς ἡμῶν κλήσεως, διδάσκει ἡμᾶς αὐτὴ ἡ ἀλήθεια. ἅμα δὲ ἐξ ἑαυτῶν μηδαμῶς ἀρκετὰ εἶναι ἐν τῷ τοῦ Χριστοῦ βήματι παῤῥησιάσαι, καὶ ἐπάξιον αἰτήσασθαι τὴν ἀντιμισθίαν, καὶ σῶ σαι τὸν κτησάμενον, τοῦθ ̓ οὕτως ἔχειν μαρτυρεῖ ἡ ἀνθρωπίνη ἀσθένεια. ἡ δὲ τοῦ Χριστοῦ δικαιοσύνη τοῖς μετανοοῦσι προσαχθεῖσα καὶ προσοικειωθεῖσα μόνη δικαιοῖ καὶ σώζει τὸν πιστόν.

Κεφάλαιον ιδ'. Πιστεύομεν ἐν τοῖς οὐκ ἀναγεννηθεῖσι τὸ αὐτεξούσιον νεκρὸν εἶναι, μηδαμῶς ἐκείνων ισχυόντων ποιῆσαι τὸ ἀγαθὸν, καὶ ὅ, τι ποιήσαιεν ἁμαρτίαν εἶναι· ἐν δὲ τοῖς ἀναγεννηθεῖσι διὰ τῆς τοῦ παναγίου πνεύματος χάριτος ζωογονείσθαι τὸ αὐτεξούσιον, καὶ ἐνεργεῖν μὲν, οὐκ ἄνευ βοηθείας δὲ τῆς χάριτος. ὁ ἄνθρωπος τοιγαροῦν ἀναγεννηθεὶς ἵνα ποιῇ τὸ ἀγαθὸν, ἀνάγκη προηγεῖσθαι καὶ προφθάνειν τὴν χάριν ἧς ἄνευ τραυματίας ἐστὶ, καὶ τοσαύτας ἔχει πληγὰς, ὅσας παρὰ τῶν ληστ τῶν λαβὼν (?) ὁ ἀπὸ Ιερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνων, ὥστε μηδὲν ἐξ ἑαυτοῦ ἢ δύνασθαι, ἢ ἐργάζεσθαι.

Κεφάλαιον ιε'. Πιστεύομεν τὰ εὐαγγελικὰ μυστήρια ἐν τῇ ἐκκλησίᾳ εἶναι, ἅπερ ὁ Κύριος παρέδωκεν ἐν τῷ εὐαγγελίῳ, κἀκεῖνα δύο εἶναι τοσαῦτα γὰρ ἡμῖν παρεδόθη, καὶ ὁ νομοθετήσας οὐ πλείω παρέδωκε. ταῦτα δὲ συνίστασθαι ἐκ ῥήματος καὶ στοιχείου, εἶναί τε σφραγίδας τῶν τοῦ Θεοῦ ἐπαγγελίων, καὶ χάριτος πρόξενα, κατέχομεν ἀσφαλῶς. ἵνα δὲ τέλειον ᾖ τὸ μυστήριον καὶ ὁλόκληρον, δέον συντρέχειν τήν τε χοϊκὴν ὕλην καὶ τὴν ἐξωτέραν πρᾶξιν μετὰ τῆς τοῦ χοϊκοῦ πράγ ματος ἐκείνου χρήσεως, τῆς νομοθετηθείσης παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡνωμένης μετὰ πίστεως εἰλικρινούς· ὅτι ἠλαττω μένης τῆς πίστεως τοῖς μεταλαμβάνουσιν ἡ ὁλοκληρία τοῦ μυστηρίου οὐ σώζεται.

Κεφάλαιον ι5. Πιστεύομεν τὸ βάπτισμα εἶναι μυστήριον παρὰ τοῦ Κυρίου νενομοθετημένον· ὅπερ εἰ μή τις λάβῃ, κοινωνίαν οὐκ ἔχει μετὰ τοῦ Χριστοῦ, οὔτινος ἐκ τοῦ θανάτου, τῆς ταφῆς, καὶ τῆς ἐνδόξου ἀναστάσεως ἀναβλύζει πᾶσα ἡ δύναμις καὶ ἡ ἐνέργεια τοῦ βαπτίσματος· διὸ τοῖς οὕτω βαπτισθεῖσιν ὡς ἐντέταλται ἐν τῷ εὐαγγελίῳ, οὐκ ἀμφιβάλλομεν ἀφεῖσθαι τὰς ἁμαρτίας, τήν τε προπατορικὴν, καὶ ὅσας ἄλλας ἦν πεπραχὼς ὁ βαπτισθείς· ὥστε τοὺς λελουμένους ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύμα τος, ἀναγεγεννημένους εἶναι, κεκαθαρμένους, καὶ δεδικαιωμένους. περὶ δὲ τοῦ ἐκ δευτέρου βαπτίζεσθαί τινα, ἐντολὴν οὐκ ἔχομεν ἀναδιπλά

« ÖncekiDevam »