SENARII GRÆCI PRÆMIO PORSONIANO QUOTANNIS PROPOSITO DIGNATI ET IN CURIA CANTABRIGIENSI RECITATI COMITIIS MAXIMIS A.D. M.DCCC.LVII. AUCTORE ARTURO HOLMES, COLL. DIV. JOH. ET UNIV. SCHOL F SHAKSPEARE. ALL'S WELL THAT ENDS WELL. Act I. Scene II. KING. BERTRAM. KING. I WOULD I had that corporal soundness now, Discipled of the bravest: he lasted long; Till their own scorn return to them unnoted, IDEM GRÆCE REDDITUM. ΑΝΑΞ.-ΒΕΡΤΡΑΜΟΣ. ΑΝΑΞ. εἰ νῦν ἔχοιμι τὴν πρὶν ἄῤῥηκτον βίαν, οἷός γε τῷ σῷ ξυμπαραστατῶν πατρὶ φίλος φιλίστῳ πρῶτ ̓ ἐπειρώμην μάχης κεῖνος γὰρ ἦν παίδευμα τῶν ἀριστέων, πρόσω δ ̓ ἑώρα τοῦ ἐν δέοντι δρασίμου· κἀντεῖχε δαρόν· ἀλλὰ νῶν γήρως στύγος ἀμφοῖν προσεῖρπε καὶ τὸ δρᾶν ὑφείλετο. ἢ κάρτ ̓ ἀνηβῶ πατέρα σὸν μυθούμενος ὁ γὰρ τὰ κομψὰ κἀκ νέου τρίβων τις ἦν, ἃ τούσδ ̓ ὁρῶμεν τοὺς νεωτέρους πρόμους καὶ νῦν τρέφοντας· τοῖς δὲ χλευάζειν πάρα ἔστ ̓ ἂν πρὸς αὐτοὺς ὕβρις ἠτιμωμένη πέσῃ παλίῤῥους, πρίν γ' ἀριστείαν χεροῖν σκῆψιν προτείνειν τῆς ὑπερκόμπου χλιδής. οὕτω δ ̓ ἔδειξεν εὐπροσήγορον φύσιν ὥστ ̓ ἐν φρονήσει καὶ λόγοις ὀξυστόμοις φῆναι τὸ γαῦρον μήτ' ἄγαν τὸ δύσκολον· Clock to itself, knew the true minute when Exception bid him speak, and, at this time, His tongue obeyed his hand: who were below him He used as creatures of another place; And bow'd his eminent top to their low ranks, Making them proud of his humility In their poor praise he humbled: Such a man Might be a copy to these younger times s; Which, followed well, would demonstrate them now But goers backward. BER. His good remembrance, Sir, Lies richer in your thoughts, than on his tomb; So in approof lives not his epitaph As in your royal speech. KING. Would I were with him! He would always say,(Methinks I hear him now; his plausive words He scattered not in ears, but grafted them, To grow there and to bear)-"Let me not live"- On the catastrophe and heel of pastime When it was out,-"let me not live," quoth he, ΒΕΡ. ἤγειρε γοῦν τάδ ̓ οὐξ ἴσου τιμώμενος, ωο φαύλοις ἐπαίνοις θυμόν· ἢ τοιόσδ ̓ ἀνὴρ δεῖγμ ̓ ἂν παράσχοι τοῖσδε τοῖς νεωτέροις, ᾧ κάρτα συντρέχοντες εὑρίσκοιεν αν τοὺς νῦν πάλιν βεβῶτας οὐ πρόσω βροτούς. κεῖται τὸ πατρὸς μνῆμα σῶν εἴσω φρενῶν κάλλιον, ὦναξ, ἢ ἐπὶ τῆς κατασκαφῆς· οὐ γάρ νιν οὕτως οἱ ἐπιτύμβιοι λόγοι αἰνοῦσ ̓ ὅσονπερ φθέγμα σοῦ τυραννικόν. ΑΝΑΞ. εἰ γὰρ ξυνείην τῷδε καν τάφοις ὅμως· ὁ δ ̓ ἔλεγεν ἀεί, κἄτι δὴ κλύειν δοκῶ, οὐ γὰρ κατ ̓ ὦτ ̓ ἔσειεν εὐπειθῆ λόγον, ἔσπειρε δ ̓ ἀκμάσοντα καὶ φύσοντ ̓ ἐκεῖ· “ μὴ δῆτ ̓ ἔτ ̓ εἴην...” τοῦδε πόλλ ̓ οἰκτίσματος |