Sayfadaki görseller
PDF
ePub

διαθέσεως καὶ εὐχῶν αἴτησιν. ἐπεὶ ἀπεστάλησαν παρὰ τῆς σῆς μεγαλειότητος πρὸς τὴν βασιλείαν μου ἀποκρισιάριος τῆς θεαρέστου τάξεως τῶν μινόρων ὅ τε ἀδελφὸς Ἱερώνυμος Ντέσκουλο, ὁ ἀδελφὸς Μποναγράτζια Ντεσάντε Ἰωάννε ἐν Περσετζέτο καὶ ὁ ἀδελφὸς Μποναβεντούρας Ντεμουζέλο, καὶ διεκομίσαντο γράμμα τῆς σῆς μεγάλης ἁγιωσύνης, ἐν ᾧ σὺν ἄλλοις καὶ περὶ τῆς ὁμολογίας τῆς πίστεως, ἣν διδάσκει καὶ ὁμολογεῖ καὶ κηρύττει ἡ ἁγία ἐκκλησία τῆς Ῥώμης, διελαμβάνετο, καὶ ἔδει ἐν τούτοις μᾶλλον ἀπόκρισιν ἡμᾶς δεόντως ποιήσασθαι, ἰδοὺ τοῦτο ποιεῖ ἡ βασιλεία μου. ἔχει δὲ ἡ ὁμολογία τῆς πίστεως ἐπὶ λέξεως οὕτω· πιστεύομεν τὴν ἁγίαν τριάδα, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἕνα θεὸν παντοδύναμον, ὅλην τε ἐν τριάδι τὴν θεότητα ὁμοφυᾶ καί συναΐδιον καὶ συμπαντο δύναμον, ἑνὸς θελήματος, ἐξουσίας καὶ μεγαλειότητος, δημιουργὸν πάντων τῶν δημιουργημάτων, ἀφ ̓ οὗ πάντα, ἐν ᾧ πάντα, δι ̓ οὗ πάντα τὰ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ὁρατὰ καὶ ἀόρατα, τὰ σωμα τικὰ καὶ πνευματικά· πιστεύομεν ἕκαστον ἐν τῇ τριάδι πρόσωπον ἕνα ἀληθινὸν θεὸν πλήρη καὶ τέλειον: πιστεύομεν αὐτὸν τὸν ὑιὸν τοῦ θεοῦ, τὸν λόγον τοῦ θεοῦ ἀιδίως γεννηθέντα ἐκ τοῦ πατρὸς, ὁμοούστον, ὁμοπαντοδύναμον καὶ ἴσον κατὰ πάντα τῷ πατρὶ ἐν τῇ θεότητι, χρονικῶς γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρ θένου μετὰ ψυχῆς λογικῆς, δύο ἔχοντα γεννήσεις, μίαν ἐκ πατρὸς ἀΐδιον, ἄλλην ἐκ μητρός χρονικὴν, θεὸν ἀληθινὸν καὶ ἄνθρωπον ἀλη θινὸν, ἴδιον ἐν ἑκάστῳ φύσει καὶ τέλειον, οὐχ υἱοθετὸν, οὐ φαντα στικὸν, ἀλλ ̓ ἕνα καὶ μόνον υἱὸν θεοῦ ἐν δυσὶ καὶ ἐκ δύο, θείᾳ καὶ ἀνθρωπίνη, φύσεσιν ἑνὸς προσώπου ἑνότητι, ἀπαθῆ καὶ ἀθάνατον τῇ θεότητι, ἀλλ ̓ ἐν τῇ ἀνθρωπότητι ὑπὲρ ἡμῶν καὶ τῆς ἡμετέρας σωτηρίας παθόντα ἀληθεῖ σαρκὸς πάθει, θανόντα καὶ ταφέντα καὶ κατ ελθόντα ἐν κατωτάτῳ καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν ἀληθεῖ σαρκὸς ἀναστάσει, μεθ ̓ ἡμέρας τεσσαράκοντα μετὰ τὴν ἀνά στασιν σὺν τῇ σαρκὶ, ἡ ἀνέστη, καὶ ψυχῇ ἀνελθόντα εἰς τὸν οὐρανὸν, καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον κρίναι ζώντας καὶ νεκροὺς καὶ ἀποδώσοντα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, εἴτε ἀγαθὰ ἔσονται, εἴτε κακά· πιστεύομεν δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον πλήρη καὶ τέλειον θεὸν, ἀληθῆ θεὸν ἐκ πατρὸς υἱοῦ τε ἐκπορευό μενον, ἴσον καὶ ὁμοούσιον καὶ συμπαντοδύναμον καὶ συναΐδιον και

τὰ πάντα τῷ πατρὶ καὶ τῷ υἱῷ· πιστεύομεν ταύτην τὴν ἁγίαν τριάδα οὐ τρεῖς θεοὺς, ἀλλ ̓ ἕνα θεὸν παντοδύναμον, ἀίδιον, ἀόρατον, ἀναλλοίωτον· πιστεύομεν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν μίαν εἶναι ἀληθινὴν ἐκκλησίαν, ἐν ᾗ ἓν δίδοται ἅγιον βάπτισμα καὶ ἀληθὴς πασῶν ἄφεσις ἁμαρτιῶν· πιστεύομεν δὲ καὶ ἀληθῆ ἀνάστασιν τῆσδε τῆς σαρκὸς, ἣν νῦν φέρομεν, καὶ ζωὴν ἀίδιον· πιστεύομεν δὲ τῆς νέας καὶ τῆς παλαιᾶς διαθήκης, τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἀποστόλων ἕνα ἀρχηγὸν εἶναι θεὸν καὶ κύριον παντοδύναμον αὕτη ἐστὶν ἡ ἀληθὴς πίστις καὶ καθολικὴ, καὶ ταύτην ἐπὶ τοῖς ῥη θεῖσι κεφαλαίοις κρατεῖ καὶ κηρύττει ἡ ἱερὰ καὶ ἁγία τῆς Ῥώμης ἐκκλησία· ἀλλὰ διά τινας διαφόρους πλάνας παρά τινων μὲν ἐξ ἀπ γνοίας, παρά τινων δὲ ἐκ κακίας εισαχθείσας λέγει καὶ κηρύττει τοὺς μετὰ τὸ βάπτισμα εἰς ἁμαρτίας ολισθαίνοντας μὴ ἀναβαπτίζεσθαι, ἀλλὰ δι ̓ ἀληθοῦς μετανοίας τῶν ἰδίων δύνασθαι λαμβάνειν συμπά θειαν ἁμαρτιῶν, ἐὰν δὲ οἱ ἀληθῶς μετανοοῦντες ἐν ἀγάπη ἀποχω ρήσωσι πρὸ τοῦ ἀξίοις καρποῖς μετανοίας περὶ τῶν πλημμεληθέντων τὸ ἱκανὸν ποιῆσαι ἢ τῶν ἁμαρτηθέντων, τούτων τὰς ψυχὰς ποιναῖς πουργατορίου ἤτοι καθαρτηρίου, καθὼς ὁ ἀδελφὸς Ἰωάννης ἡμῖν διεσάφησε, μετὰ θάνατον καθαρίζεσθαι, πρὸς δὲ τὸ τὰς ποινὰς ταύτας ἀνακουφίζεσθαι ὠφελεῖ αὐτοὺς τῶν ζώντων πιστῶν ἡ συγκρότησις, λειτουργιῶν λέγω ἱεροτελεστίαι, προσευχαὶ καὶ ἐλεημοσύναι καὶ ἄλλα εὐσεβείας ἔργα τὰ παρὰ τῶν πιστῶν ὑπὲρ ἄλλων πιστῶν γίνεσθαι εἰθισμένα κατὰ τὴν τῆς ἐκκλησίας αποκατάστασιν τούτων δὲ τὰς ψυχὰς τῶν μετὰ τὸ ἱερὸν βάπτισμα λαβεῖν εἰς μηδένα ἁμαρτίας μῶμον ἐπιδραμόντων κακείνας τὰς μετὰ τὸ ἐφελκύσαι ἁμαρτίας μῶμον, ἂν ἢ ἐν τοῖς οἰκείοις μένουσαι σώμασιν ἢ μετὰ τὴν τούτων ἀπέκδυσιν, ὡς ἀνωτέρω εἴρηται, καθαρισθήσονται, εἰς τὸν οὐρανὸν αὐτίκα παραδέχεσθαι, ἐκείνων δὲ τὰς ψυχὰς τῶν ἐν θανασίμῳ ἁμαρτία ἢ μετὰ μόνης τῆς προπατορικῆς ἀποχωρησάντων παραυτίκα εἰς τὸν ᾅδην καταβαίνειν, ποιναῖς ἀνίσοις τιμωρηθησομένας. ταῦτα ἡ ἁγία ἐκκλησία τῆς Ῥώμης πιστεύει καὶ στερρῶς βεβαιοῖ, καὶ ὅτι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως πάντες ἄνθρωποι πρὸ τοῦ βήματος τοῦ Χριστοῦ μετὰ τῶν ἰδίων σωμάτων φανήσονται, ἀποδώσοντες περὶ τῶν οἰκείων πράξεων λόγον. κρατεῖ δὲ καὶ διδάσκει αὕτη ἡ τῆς Ῥώμης ἐκκλησία ἑπτὰ εἶναι ἐκκλησιαστικὰ μυστήρια, ἓν λέγω τὸ βάπτισμα, περὶ οὗ εἴρηται

ἄνω, ἄλλο ἐστὶ μυστήριον βεβαιώσεως, ὃ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν οἱ ἐπίσκοποι φέρουσι, χρίοντες τοὺς ἀναγεννωμένους, ἄλλο ἐστὶν ἡ μετάνοια, ἄλλο ἐστὶν ἡ εὐχαριστία, ἄλλο μυστήριον τῆς ἱερατικῆς χειροτονίας, ἄλλο ἐστὶ τὸ τοῦ γάμου, ἄλλο τὸ ἔσχατον χρίσμα, ὃ κατὰ τὴν διδασκαλίαν [τοῦ ἁγίου Ἰακώβου] τοῖς ἀσθενέσιν ἀποδίδοται. τὸ ἱερούργημα τῆς εὐχαριστίας ἐξ ἀζύμου ἐκτελεῖ ἡ τοιαύτη τῆς Ῥώμης ἐκκλησία, κρατοῦσα καὶ διδάσκουσα, ὅτι ἐν αὐτῇ τῇ ἱεροτελεστίᾳ ὁ ἄρτος ἀληθῶς μετουσιοῦται εἰς σῶμα καὶ ὁ οἶνος εἰς αἷμα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. περὶ τοῦ γάμου δὲ κρατεῖ, ὅτι οὔτε εἷς ἀνὴρ πολλὰς γυναῖκας ὁμοῦ, οὔτε μία γυνὴ παραχωρεῖται ὁμοῦ ἔχειν πολλοὺς ἄνδρας, δια λυθέντος δὲ τοῦ γάμου ἀπὸ θανάτου θατέρου τῶν ὁμοζύγων, δευτέ ρους καὶ τρίτους ἐντεῦθεν γάμους θεμιτοὺς εἶναι λέγει, εἰ ἐμποδισμὸς κανονικὸς ἐξ αἰτίας τινὸς οὐ προσίσταται. αὐτὴ ὡσαύτως ἡ ἱερὰ καὶ ἁγία τῆς Ῥώμης ἐκκλησία ἄκρον καὶ τέλειον πρωτεῖον καὶ ἀρχὴν ἐπὶ πᾶσαν τὴν καθολικὴν ἐκκλησίαν κατέχει, ἣν ἐν αὐτῇ ἀπ ̓ αὐτοῦ τοῦ κυρίου ἐν τῷ μακαρίῳ Πέτρῳ τῷ τῶν ἀποστόλων ἄρχοντι ἢ τῇ κοι ρυφῇ, οὗ ὁ τῆς Ῥώμης ἀρχιερεύς ἐστι διάδοχος, μετὰ πλήρους ἐξου σίας παραδέξασθαι ἀληθῶς καὶ ταπεινῶς ἀναγνωρίζει, καὶ καθὼς παρὰ τὰς ἄλλας κρατεῖται τῆς πίστεως τὴν ἀλήθειαν διεκδικεῖν, οὕτω καὶ ἐάν τινες περὶ τῆς πίστεως ἀναφύωνται συζητήσεις, τῇ ταύτης χρεὼν κρίσει διορίζεσθαι, εἰς ταύτην δύναται καὶ βαρυνόμενος ἕκα στος ἐν πράγμασι τοῖς εἰς τὴν αὐλὴν τὴν ἐκκλησιαστικὴν ἀνήκουσιν ἐγκαλεῖν, καὶ ἐν πάσαις ταῖς αἰτίαις ταῖς πρὸς δοκιμασίαν ἐκκλησιαστικὴν ἀφορώσαις πρὸς ταύτης δύναταί τις ανατρέχειν τὴν κρίσιν, καὶ ταύτῃ πᾶσαι αἱ ἐκκλησίαι ὑπόκεινται, καὶ τούτων οἱ ἀρχιερεῖς ὑπα κοὴν καὶ αἰδῶ ταύτῃ ὀφείλουσι. πρὸς ταύτην οὕτω τὸ τῆς ἐξουσίας πλήρωμα συνίσταται, ὅτι τὰς ἑτέρας ἐκκλησίας καὶ τὰς πατριαρχικὰς ἐξαιρέτως ἐν διαφόροις προνομίοις αὕτη ἡ τῆς Ῥώμης ἐκκλησία τετίμηκε, τοῦ ἰδίου πλὴν πρεσβείου τὸ μὲν ἐν ταῖς γενικαῖς συνόδοις, τὸ δὲ καὶ ἔν τισιν ἄλλαις ἀεὶ σωζομένου. τὴν ἀνωτέρω γραφεῖσαν τῆς πίστεως ἀλήθειαν, καθὼς πληρεστάτως ἀνέγνωσται καὶ πιστῶς ἐκτέθειται, ἀληθῆ, ἁγίαν, καθολικὴν καὶ ὀρθόδοξον πίστιν ταύτην εἶναι γινώσκομεν καὶ ἀποδεχόμεθα, καὶ καρδίᾳ καὶ στόματι ὁμολο γοῦμεν, ὅτι ταύτην ἀληθῶς κρατεῖ καὶ πιστῶς διδάσκει καὶ κηρύττει ἡ ἱερὰ καὶ ἁγία τῆς Ῥώμης ἐκκλησία, καὶ ἀδιαφθόρως φυλάξαι τὴν

τοιαύτην ὁμολογίαν καὶ ἐν αὐτῇ παντὶ καιρῷ διαμεῖναι καὶ οὐδέ τινί ποτε καιρῷ ἀπ' αὐτῆς ἀναχωρῆσαι τινὶ τρόπῳ ἢ παροδεῦσαι ἢ διχονοῆσαι ὑπισχνούμεθα, τό τε πρωτεῖον τῆς τοιαύτης ἁγίας ἐκκλησίας τῆς Ῥώμης, καθὼς ἐν τῷ προρρηθέντι εἱρμῳ περιέχεται, πρὸς τὴν τῆς τοιαύτης ἁγίας ἐκκλησίας ὑπακοὴν αὐτοπροαιρέτως ἐρχόμενοι, ὁμολογοῦμεν καὶ ἀναγνωρίζομεν καὶ ἀποδεχόμεθα καὶ ἑκουσίως ὑποδεχόμεθα. ὁμολογοῦντες δὲ ταῦτα καὶ στέργοντες καὶ ἀποδεχόμενοι καὶ ὑπισχνούμενοι παραφυλάξαι, ὡς προείρηται, ἀξιοῦμέν σου τὴν μεγαλειότητα, ἵνα ἡ ἡμετέρα ἐκκλησία λέγῃ τὸ ἅγιον σύμβολον, ὡς ἔλεγε τοῦτο πρὸ τοῦ σχίσματος καὶ μέχρι τῆς σήμερον, καὶ ἵνα ἐμμένωμεν καὶ τοῖς ἡμετέροις ἐθίμοις, οἷς ἐχρώμεθα καὶ πρὸ τοῦ σχίσματος, ἅτινα ἔθιμα οὐκ εἰσὶ κατὰ τῆς προγεγραμμένης πίστεως, οὔτε κατὰ τῶν θείων ἐντολῶν, οὔτε κατὰ τῆς παλαιᾶς καὶ νέας διαθήκης, οὔτε κατὰ τῆς διδαχῆς τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων καὶ τῶν ἁγίων πατέρων τῶν ἀποδεχθέντων παρὰ τῶν ἁγίων συνόδων τῶν συγκρο τηθεισῶν τῇ πνευματικῇ δεσποτείᾳ τῆς ἐκκλησίας τῆς Ῥώμης· τοῦτο γοῦν ἀβαρές ἐστι τῇ μεγάλη ἁγιωσύνη σου καὶ οὐκ ἀσύνηθες καὶ ἡμῖν νῦν δύσκολον διὰ τὸ τοῦ λαοῦ ἄπειρον πλῆθος. ἀνεθέμεθα πρὸς τούτοις καὶ τοῖς παροῦσιν ἡμετέροις ἀποκρισιαρίοις, ἵνα τὰ δηλω θέντα διὰ τῆς παρούσης ἡμετέρας γραφῆς ὁμολογήσωσι καὶ στέρξωσι δικαίῳ τῆς βασιλείας ἡμῶν ἐνώπιον τῆς σῆς μεγάλης ἁγιωσύνης. τὸ γοῦν παρὸν γράμμα τὸ περὶ τῆς ἡμετέρας αναγνωρίσεως, ἀποδοχῆς καὶ ὑποδοχῆς καὶ ὁμολογίας οἰκειοχείρως τῇ ἡμετέρα θεοῦ χάριτι βασιλικῇ ὑπογραφῇ ἐσημειωσάμεθα καὶ τὸ σφράγισμα τοῦ ἡμετέρου κράτους κάτωθεν ἀπῃωρήσαμεν. ἐπεὶ ταῦτα κατὰ ῥῆμα ὁ ἅγιος μου αὐθέντης καὶ βασιλεὺς καὶ πατὴρ τῆς βασιλείας μου ἀπέστειλε πρὸς τὸν δηλωθέντα ἐκεῖνον ἁγιώτατον οἰκουμενικὸν πάπαν, κῦριν Γρηγόριον, καὶ ἡ βασιλεία μου ἀκολούθως τῷ ἁγίῳ μου αὐθέντη, τῷ βασιλεῖ καὶ πατρὶ τῆς βασιλείας μου, ἀπέστειλε πρὸς τὸν αὐτὸν ἁγιώτατον οἰκουμενικὸν πάπαν γράμμα αὐτῆς, στέργουσα καὶ ἀποδεχομένη τὰ ἅπερ ἡ βασιλεία αὐτοῦ διεμηνύσατο καὶ ἔστερξε καὶ ἐβεβαίωσεν, ἃ καὶ δικαίῳ τῆς βασιλείας αὐτῆς ἐπωμόσατο διὰ σωματικοῦ ὅρκου καὶ ἐπεστήριξεν ὁ μέγας λογοθέτης ἐνώπιον τοῦ ῥηθέντος ἐκείνου ἁγιωτάτου οἰκουμενικοῦ πάπα, κυροῦ Γρηγορίου, καὶ τῆς τότε συναθροισθείσης ἐν τῷ Λουγδούνῳ ἱερᾶς καὶ ἁγίας συνόδου, ἀρτίως δὲ ὁ

[ocr errors][ocr errors]

της Μόριας, στην παρέτων, τράτα του, να επιλέγετε με 1 στή Τα 4 ειλών των της ήταν να τους λες τις μεταθεσης stabas, & in statifgwner ó âpée pas story. 6 pasABİÇ του τη της φυσικώς τε κατα την έπηζην της ρηθέντες άγνω Αλλοι από τότε του άγριου κατα της βασιλείας ἡμῶν, φοράς οννον την επιστικό τεράστιον, και επίχρυσα ταῦτα καὶ διὰ το γανισμός Τυρού, ή μυσηεία με 1979 πάντα επομένη το αγία μου Με τη βασίλει τα κατά της βασιλείας μου, ακολούθως τῆς περιγεγραμμένος έμει ούτως έγω Ανδρόνικος, ἐν Χριστῷ τῷ θεῷ πολλές βασικών Κωνσταντινουπόλεως, ἀειπύγουστος, αὐτοκράτωρ Ρω· μαλον και πάντων των επιτεταγμένων τη βασιλείᾳ τῆς Ῥωμανίας Εθνών, Διάνας "Αγγελος Κομνηνός ὁ Παλαιολόγος, πᾶν σχίσμα παντελος απομένον, καὶ τὴν ἀναγεγραμμένην τῆς πίστεως ἀλήθειαν, και θα ενημερτήτως ἀνέγνωσται καὶ πιστῶς ἐκτέθειται, ἀληθῆ, ἁγίαν, καθώσιν και ορθόδοξον πίστιν εἶναι γινώσκω, ταύτην ἀποδέχομαι και καμένα και στόματι ὁμολογώ, ταύτην τε, καθὼς ἀληθῶς κρατεῖ, πιστός διδάσκει καὶ κηρύττει ἡ ἱερὰ καὶ ἁγία τῆς Ῥώμης Εκκλησία, ἐμὲ ἀπαραθραύστως φυλάξαι καὶ μήτε ἀπ' αὐτῆς τινι πώποτε καιρῷ αποχωρήσαι, ὁποιοδήτινι τρόπῳ παραδεῦσαι ἢ ἀποστῆναι ὑπόσχομαι, τα πρωτειών τε τῆς τοιαύτης ἱερᾶς καὶ ἁγίας ἐκκλησίας τῆς Ῥώμης, καθὼς ἐν τῷ προρρηθέντι ὕφει περιέχεται, πρὸς ὑπακοὴν τῆς τοιαύτης ἐκκλησίας ἑκούσιος ἐρχόμενος, ὁμολογῶ, ἀναγνωρίζω, ἀποδέχομαι καὶ ἑκουσίως ὑποδέχομαι καὶ πάντα τὰ προρρηθέντα, τὸ μὲν τὰ περὶ τὴν ἀλήθειαν τῆς πίστεως, τὸ δὲ τὰ περὶ τὸ πρωτεῖον τῆς ἐκκλησίας τῆς Ῥώμης καὶ τὴν τούτων ἀναγνώρισιν, ἀποδοχὴν, ὑποδοχὴν, φυλακὴν καὶ διακονὴν φυλάξαι, παρασχὼν εἰς τὴν ψυχήν μου σωματικῶς ὅρκον, ὑπόσχομαι καὶ βεβαιὼ καὶ τὸν ῥηθέντα ὅρκον τοῦ προρρη Μέντος μεγάλου λογοθέτου, καθὼς ἐν τῷ γράμματι τοῦ ἁγίου μου αυθέντου, του βασιλέως τοῦ πατρὸς τῆς βασιλείας μου, περιέχεται,

« ÖncekiDevam »