Sayfadaki görseller
PDF
ePub

ἀποδέχομαι καὶ ἐπικυρῶ καὶ οὕτως ἐμοὶ ὁ Θεὸς βοηθήσαι καὶ ταῦτα τὰ ἅγια τοῦ θεοῦ εὐαγγέλια. ταῦτα δὲ πάντα τὰ ἀναγεγραμμένα π(οιεῖ) ἡ βασιλεία ἡμῶν πρός τε τὸν ἁγιώτατον, μακαριώτατον, ἄκρον ἀρχιερέα καὶ σεβάσμιον πατέρα τῆς βασιλείας ἡμῶν, τὸν οἰκουμενι κὸν πάπαν, κῦριν Ἰωάννην εἰκοστὸν πρῶτον, καὶ δι ̓ αὐτοῦ πρὸς πάντας τοὺς διαδόχους αὐτοῦ, ἐπικυροῦσα ταῦτα διά τε τῆς οἰκειοχειρου θεοῦ χάριτι βασιλικῆς ὑπογραφῆς αὐτῆς καὶ τοῦ σφραγίσματος τοῦ ἡμετέρου κράτους εἰς βεβαίωσιν αἰωνίζουσαν. τὸ δὲ παρὸν ὁρκωμοτικὸν ἐγεγό νει ἐν τῇ εὐδαίμονι πόλει ἡμῶν τῇ Κωνσταντίνου ἐν τῷ ἡμετέρῳ ἱερῷ παλατίῳ τῶν Βλαχερνῶν κατὰ μῆνα ἀπρίλλιον τῆς πέμπτης ἐπινεμήσεως τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ὀγδοηκοστοῦ πέμπτου ἔτους †.

† Ανδρόνικος ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ρωμαίων, Δούκας Αγγε λος Κομνηνὸς ὁ Παλαιολόγος †.

Orig. membr., aurea bulla suspensa serico violaceo. Tabularium vaticanum servat etiam duo originalia versionis latinae cum imperatoris subscriptione, quorum alterum auream habet bullam, in qua conspiciuntur imago Iesu Christi: IC XC; et solita imperatoris imago: ΑΝΔΡΟΝΙΚΟΣ ΔΕΣΠΟΤΗΣ | Ο ΠΑΛΑΙΟΛΟΓΟΣ.

VII. 6785 (1277.) aprili ind. V.

Patriarcha Ioannes Beccus litteris datis ad papam Ioannem XXI. fidem orthodoxam profitetur ad normam ecclesiae romanae.

† Τῷ ἁγιωτάτῳ, μακαριωτάτῳ, ἄκρῳ ἀρχιερεῖ τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ρώμης καὶ οἰκουμενικῷ πάπα, κυρῷ Ἰωάννη, Ἰωάννης, ἐλέῳ Θεοῦ πατριάρχης Κωνσταντινουπόλεως, Νέας Ρώμης, μετὰ πάσης τῆς περὶ ἐμὲ ἱερᾶς καὶ ἁγίας συνόδου τὴν ὀφειλομένην προσαγορείαν τῇ ἡμετέρα ὑπακοῆ, προσκύνησίν τε καὶ εὐχῶν αἴτησιν. ἀρχῆς καλῆς κάλλιστον εἶναι τὸ τέλος ἀναμφιβόλως ἅπασιν ὡμολόγηται· καὶ πῶς γὰρ οὔ, εἴ γε πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ τῶν φώτων πατρός; τούτου γὰρ ὁμολογουμένου ἑπόμενόν ἐστι πιστεύε

2013 Μαρ αυτήν κανείς πράγματος καλῶς ἐνηρημένου τῆς θείας εξηγησθαι βουλης, καὶ διὰ τοῦτο κατὰ πᾶσαν ἀνάγκην τὴν τοιαύτην ἀρχὴν καὶ εἰς τέλος αναπαύεσθαι κάλλιστον 3 γὰρ ἐκ θεοῦ καλῶς ημέραι, πως είναι ἂν καὶ κάλλιστα περατωθείη τὸν θεῷ; ὁποῖόν τι γέρους καὶ ἐπὶ τοῖς περὶ ὧν νῦν πρόκειται λέγειν ἡμῖν, ὦ θεία καὶ Ισμα κεφαλής της γὰρ ἐκκλησιαστικῆς ἑνώσεως εὐκλεῶς ἐναρχθείσης ἐπὶ τοῦ τῆς μακαρίας λήξεως ἀοιδίμου ἐκείνου ἀνδρὸς, εἴ γε ἄνδρα καλειν χρή και οὐκ ἄγγελον, τὸν μακαρίτην ἐκεῖνον ἁγιώτατον πάπαν, τὸν δέκατον λέγω Γρηγόριον, εἰς εὐκλεέστερον τέλος τὰ κατ' αὐτὴν θεός διεπέρανεν ἐπὶ τῶν ἡμερῶν, ἐν αἷς εἰς κόσμον τοῦ ἀποστολικού θρόνου και φαύσιν διαφανή του στερεώματος τῆς καθολικῆς ἐκκλησίας τὸν χαριτώνυμον σὲ ὁ θεὸς ἐκλεξάμενος ἔθετο· ἐπεὶ γὰρ οἱ τοῦ ἀποστολικού θρόνου πρέσβεις, ἤγουν οἱ αιδεσιμώτατοι ήμων αδελφοί τε καὶ συνεπίσκοποι, ὅ τε Ἰάκωβος Φερεντῖνος καὶ ὁ Γαουφρίδος Ταουρίνος καὶ οἱ ἀπὸ τῆς θεαρέστου τάξεως τῶν κηρύκων εὐλαβέστατοι ἡμῶν ἀδελφοὶ, ὅ τε Ραϊνόνος, πριούρης τῆς ἐν τῷ Βιτέμβῳ συνελεύσεως, καὶ ὁ Σάλβος, ὁ διδάσκαλος τῶν ἐν τῇ Λούκα, ταῖς τῆς σῆς ἁγιότητος εὐχαῖς εὐοδούμενοι κατέλαβον πρός τε τοὺς κρατίστους καὶ ἁγίους ἡμῶν αὐτοκράτορας καὶ πρὸς τὴν ἡμῶν μετριότητα καὶ τὴν περὶ ἡμᾶς εὑρεθεῖσαν ἱερὰν καὶ ἁγίαν σύνοδον τὴν ἀπὸ τῆς ὁλότητος ἐναπολειφθείσαν τῆς προγεγονυίας μεγάλης συνόδου, ἡ τῆς ῥηθείσης ἐκκλησιαστικῆς ἑνώσεως ἔναρξις εἰς τέλος αἴσιον θεοῦ εὐδοκοῦντος ἀποκατέστη ἀνελλιπῶς, καὶ ὅπως μὲν ὁ κράτιστος καὶ ἅγιος αὐτοκράτωρ ἡμῶν σὺν τῷ ἐκ Θεοῦ βεβλαστηκότι κλάδῳ τῆς ῥίζης αὐτοῦ, τῷ κρατίστῳ καὶ ἁγίῳ ἡμῶν αὐτοκράτορι, τὴν βεβαίωσιν τῆς ἐκκλησιαστικῆς ἑνώσεως ἐν τελείᾳ πίστει καὶ ἀκριβεῖ πληροφορία ἐποιήσαντο, ἔχει γνώναι ἡ μεγίστη ἁγιωσύνη σου ἀπό τε τῶν πρὸς αὐτὴν γραμμάτων του κράτους αὐτῶν, ἀπό τε τοῦ γεγονότος παρ' αὐτῶν ἄρχωμοτικού καὶ ἀφ ̓ ὧν οἱ τοῦ ἀποστολικού θρόνου πρέσβεις διὰ χρήματος αὐτῶν ταῖς θείαις ἀκοαὶς τῆς μεγίστης ἁγιωσύνης του ἐνηχή του σιν· ὅπως δὲ καὶ ἡμεῖς τὸ κύρος παρέχομεν καὶ τὸ τέλος ἐπιτιθέμεν τῇ εὐκλεεὶ ἐναρξει τοῦ τοιούτου τῆς ἑνώσεως ἔργου, ἔχει μὲν γνώναι ή σε θεομεγάλοντος ἀγιότης καὶ ἀπὸ τοῦ ἐμφανισθησε μένα αυτή συνοδικοῦ τ' μου, ὃν ή μετριώτης ἡμῶν μετὰ πάσης τῆς περὶ αὐτὴν τοὺς ἐμημένος ἐπιστώσατο καὶ ἐξασφαλισατο ταῖς παρ'

ἡμῖν ὅρκου δύναμιν ἐχούσαις οἰκειοχείροις ὑπογραφαῖς, ἔχει δὲ γνῶναι καὶ ἀφ ̓ ὧν ἐν τῇ παρούσῃ γραφῇ ἰδιαίτερον ἐροῦμεν ἡμεῖς, τὴν πληροφορίαν παντί τρόπῳ τῇ μεγίστη ἁγιωσύνη σου παρέχοντες τῆς ἡμετέρας πρὸς τὸν ἀποστολικὸν θρόνον καθαρᾶς καὶ τελείας ὑπακοῆς. λέγομεν γὰρ ὑπὸ μάρτυσι θεῷ καὶ ἀγγέλοις τοὺς λόγους ποιούμενοι, ὡς πᾶν σχίσμα μέσον τῶν ἐκκλησιῶν θεοῦ, τῆς πρεσβυτέρας δηλαδὴ Ῥώμης καὶ τῆς νέας καὶ ἡμετέρας, κακῶς παρεισφθαρὲν καὶ ἐπὶ βλάβη τοῦ χριστιανισμοῦ ἀπαναινόμεθα καὶ ἀποβαλλόμεθα καὶ καρδιακῇ διαθέσει καὶ ἐκ ψυχῆς ὅλης, πρότερον αὐτὸ ἀποθέμενοι διὰ γλώσσης καὶ χειλέων καὶ τοῦ προφορικοῦ ἡμῶν λόγου κἂν τῇ παρούσῃ γραφῇ αὐτὸ ἀπαρνούμεθα, καὶ τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν καὶ τὸ πρωτεῖον τοῦ ἀποστολικοῦ θρόνου ὁμολογοῦμεν, ἀναγνωρίζομεν, ἀποδεχόμεθα καὶ ἑκουσίως ὑποδεχόμεθα, καὶ πρὸς τὴν αὐτοῦ ὑπακοὴν ἑκούσιοι ἐρχόμενοι στέργειν καὶ φυλάττειν ἀπαραποί ηταν ὑπισχνούμενά τε καὶ διαβεβαιούμεθα, καὶ ἅπερ ἦσαν ἀρχῆθεν πρὸ τοῦ σχίσματος απονενεμημένα πρεσβεῖα τῷ ἀποστολικῷ θρόνῳ παρὰ τῶν κατὰ καιροὺς ἀρχιερατευόντων ἐν Κωνσταντινουπόλει, σῶα καὶ ἀπαράθραυστα διαφυλάττειν ἐπαγγελλόμεθα. τὸ γὰρ διαμέσου γε γονὸς σχίσμα καρδιακῇ διαθέσει καὶ ὁλοψύχῳ γνώμη ἀπαναινόμενοι συναρμολογοῦμεν καὶ συμβιβάζομεν ἑαυτοὺς τῇ σειρᾷ τῶν ἀρχιερέων ἐκείνων, οἵτινες πρὸ τοῦ σχίσματος τῷ ἀποστολικῷ θρόνῳ τῆς πρεσβυτέρας Ρώμης τὴν ἑαυτῶν ὑπακοὴν κανονικῶς καὶ ἐνθέσμως ἐφύλαττον, καὶ οὐδέν τι οὐδόλως ἀτέλεστον ἀφεῖναι διαβεβαιούμεθα τῶν ὅσα οἱ πρὸ τοῦ σχίσματος ἐκεῖνοι θεῖοί τε καὶ ἅγιοι βασιλεῖς τῷ ἀποστολικῷ θρόνῳ ἀπονενεμηκότες ἐπεκύρωσάν τε καὶ ἐβεβαίωσαν, ἔτι γε μὴν καὶ οἱ ἐν ταῖς ἱεραῖς συνόδοις πατέρες ἡμῶν εἰς ὑπακοὴν αὐτῷ ἐπεδείκνυντο, ἀλλὰ διατηρῆσαι πρὸς τὸν ἀποστολικὸν αὖθις δια βεβαιούμεθα θρόνον ἀπαραθραύστως τε καὶ ἀπαρατρώτως τὰ πάντα πρεσβεῖά τε καὶ προνόμια, ἅπερ οἱ πρὸ τοῦ σχίσματος σεπτοί τε καὶ ἀοίδιμοι βασιλεῖς καὶ θεοφόροι πατέρες ἡμῶν καὶ διδάσκαλοι πρὸς τὸ πρωτεῖον τοῦ ἀποστολικοῦ θρόνου εἰς ὑπακοὴν αὐτῷ ἐπεδείκνυντο, ὅτι δηλαδὴ ἡ αὐτὴ ἱερὰ καὶ ἁγία τῆς Ῥώμης ἐκκλησία ἄκρον καὶ τέλειον πρωτεῖον καὶ ἀρχὴν ἐπὶ πᾶσαν τὴν καθολικὴν ἐκκλησίαν κατέχει, ἣν ἑαυτῇ ἀπ ̓ αὐτοῦ τοῦ κυρίου ἐν τῷ μακαρίῳ Πέτρῳ τῷ τῶν ἀποστόλων ἄρχοντι ἢ τῇ κορυφῇ, οὗ ὁ τῆς Ῥώμης αρχιερεύς ἐστι

διάδοχος, μετά πλήρους ἐξουσίας παραδέξασθαι ἀληθῶς καὶ ταπεινῶς ἀναγνωρίζομεν, καὶ καθὼς παρὰ τὰς ἄλλας κρατεῖται τῆς πίστεως τὴν ἀλήθειαν διεκδικεῖν, οὕτως καὶ ἐάν τινες περὶ τῆς πίστεως ἀναφύωνται συζητήσεις, τῇ ταύτης χρεών κρίσει διορίζεσθαι, εἰς ταύτην δύναται καὶ βαρυνόμενος ἕκαστος ἐν πράγμασι τοῖς εἰς τὴν αὐλὴν τὴν ἐκκλησιαστικὴν ἀνήκουσιν ἐγκαλεῖν καὶ ἐν πάσαις ταῖς αἰτίαις ταῖς πρὸς δοκιμασίαν ἐκκλησιαστικὴν ἀφορώσαις πρὸς ταύτης δύναταί τις ἀνατρέχειν τὴν κρίσιν, καὶ ταύτῃ πᾶσαι αἱ ἐκκλησίαι ὑπόκεινται, καὶ τούτων οἱ ἀρχιερεῖς ὑπακοὴν καὶ αἰδῶ ταύτῃ ὀφείλουσι· πρὸς ταύτην δὲ οὕτω τὸ τῆς ἐξουσίας πλήρωμα συνίσταται, ὅτι καὶ ἅπερ αἱ ἄλλοι ἐκκλησίαι καὶ αἱ πατριαρχικαὶ ἐξαιρέτως κατὰ διαφό ρους καιρούς προνόμια ἔλαβον διὰ θεσπισμάτων τῶν ἀοιδίμων καὶ ἁγίων βασιλέων ἐκείνων καὶ κανονικῶν θεσμῶν καὶ διατυπώσεων τῶν ἱερῶν καὶ θείων συνόδων, αὐτὴ ἡ τῆς Ῥώμης ἐκκλησία ταῦτα ἐπεκύρωσε καὶ ἐπεβεβαίωσε, καὶ οὐκ ἄλλως ἔσχον τὸ στέργον τὰ τῶν ἐκκλησιῶν τοιαῦτα προνόμια, εἰ μὴ αὐτὴ ἡ τῆς Ῥώμης ἐκκλησία τὴν οἰκείαν ἐπὶ τούτοις ἐπίκρισιν καὶ ψῆφον ἐξήνεγκε, τοῦ ἰδίου πλὴν πρεσβείου τὸ μὲν ἐν ταῖς γενικαῖς συνόδοις, τὸ δὲ καὶ ἔν τισι ἄλλαις ἀεὶ σωζομένου. καὶ περὶ μὲν τῆς ἀπαρνήσεως τοῦ σχίσματος καὶ τοῦ ἀναγνωρισμοῦ τοῦ πρωτείου τοῦ ἀποστολικοῦ θρόνου τοσαῦτα. ἐπεὶ δὲ ὁ πολὺς τοῦ σχίσματος χρόνος ὑπόληψίν τισι ψευδῆ τε καὶ μα ταίαν ὑπέτεινεν, ὡς ἔστι τις διαφορὰ δόγματος ἐφ' ἑκάτεραις ταῖς ἐκκλησίαις διὰ τὴν ἐν τῷ συμβόλῳ γενομένην προσθήκην παρὰ τῆς ῥωμαϊκῆς ἐκκλησίας, δεῖ πάντως καὶ λίβελλον πίστεως ἐκθέσθαι ἡμᾶς, ἐξ οὗπερ τὸ σὸν θεομεγάλυντον ὕψος καὶ πᾶσα ἡ ῥωμαϊκὴ ἐκκλησία διαγνώσεται, ὡς οὐδεμία διαφορὰ πίστεώς ἐστι τοῖς τε τὸ σύμβολον τῆς ἐν Νικαίᾳ πρώτης συνόδου ἀναγινώσκουσι, τοῖς τε τὸ σύμβολον τῆς ἐν Κωνσταντινουπόλει δευτέρας συνόδου ἀνακηρύττουσι καὶ τοῖς αὐτὸ τοῦτο τὸ σύμβολον τὸ παρὰ τῆς ῥωμαϊκῆς ἐκκλησίας ἀναγινωσκόμενον μετὰ προσθήκης σεβαζομένοις πιστεύομεν γὰρ εἰς ἕνα θεὸν, ἀγέννητον πατέρα, παντοκράτορα, ἀθάνατον, ἀόρατον, ἀψη λάφητον, τὸ πᾶν πληροῦντα καὶ ὑπὲρ τὸ πᾶν ὄντα, δημιουργὸν πάσης κτίσεως ὁρατῆς καὶ ἀοράτου, σωματικῆς καὶ ἀσωμάτου, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν, λόγον μονογενῆ, υἱὸν ἀίδιον πατρὸς, ἀρχὴν ἐξ ἀρχῆς, φῶς ἐκ φωτός, θεὸν ἐκ θεοῦ, παντοκράτορα ἐκ παντοκράτορος,

ἶσον ἀπαραλλάκτως τῷ γεγεννηκότι πατρὶ, καθὼς αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις παρέστησε λέγων· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα,“ ὃς πρὸ πάντων τῶν αἰώνων γεννηθεὶς ἄφραστον καὶ ἀπερινόητον ἔχει τὴν γέννησιν· τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται; τὰ ἱερὰ φησὶ λόγια, ὅπερ ἐστὶν, ὅτι οὐδεὶς, ὃς ἐν τῇ συντελείᾳ τῶν αἰώνων κατῆλθεν ἀχωρίστως ἐκ τῶν πατρικῶν κόλπων ἐπὶ τὴν ἄχραντον καὶ ἀει πάρθενον Μαρίαν, καὶ τὴν ἡμετέραν ἐξ αὐτῆς ἀνείληφε φύσιν, σάρκα δηλονότι ανθρωπίνην μετὰ ψυχῆς λογικῆς τε καὶ νοερᾶς, οὐ κατὰ φαντασίαν, ἀλλὰ κατὰ ἀλήθειαν, οὔτε κατὰ τὴν ἄνω καὶ ἄχρονον γέννησιν υἱοθετηθεὶς, οὔτε κατὰ τὴν κάτω καὶ χρονικήν γνήσιος γὰρ ὢν καὶ ἀληθὴς υἱὸς τοῦ θεοῦ, γνήσιος καὶ ἀληθὴς καὶ τῆς ἀειπαρθένου Μαρίας ὁ αὐτὸς υἱὸς ἐχρημάτισε σάρκα προσλαβὼν ἐξ αὐτῆς, ὁρατὴν ὁ ἀόρατος, θνητὴν ὁ ἀθάνατος, παθητὴν ὁ ἀπαθὴς, ψηλαφη τὴν ὁ ἀψηλάφητος, ἐν ᾗ σαρκὶ καὶ τὸ ὑπὲρ ἡμῶν ἑκουσίως κατεδέξατο πάθος ἀληθεῖ σαρκὸς πάθει, ἀποθανὼν δὲ καὶ ταφεὶς καὶ κατελθὼν ἐν κατωτάτω καὶ τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς ἀναστὰς ἀπὸ τῶν νεκρῶν ἀληθεῖ σαρκὸς ἀναστάσει, μετὰ τεσσαράκοντα ἡμέ ρας τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως ἀνελήφθη εἰς τοὺς οὐρανοὺς σὺν τῇ σαρκὶ, ἡ ἀνέστη, καὶ ψυχῇ, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ πατρὸς, εἴσοδον τῇ οὐρανίῳ βασιλείᾳ ἡμῶν χαρισάμενος, ὃς καὶ ἐλεύσεται πάλιν κριτὴς ζώντων καὶ νεκρῶν, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. πιστεύομεν ὡσαύτως καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ Θεοῦ, ὅπερ φυσικῶς ἐνυπάρχον τῷ θεῷ καὶ πατρὶ καὶ οὐσιωδῶς ἐμπεπηγός, ἵν ̓ οὕτως εἴπωμεν, καὶ ἀμε ρίστως ἐξ αὐτοῦ προχωροῦν φυσικῶς ἐνυπάρχει καὶ τῷ υἱῷ καὶ οὐ σιωδῶς αὐτῷ ἐμπέπηγε καὶ ἀμερίστως ἐξ αὐτοῦ προχωρεῖ· προχεῖται μὲν γὰρ, ἤγουν ἐκπορεύεται ὥσπερ ἀπὸ πηγῆς τοῦ θεοῦ καὶ πατρὸς, προχεῖται δὲ καὶ παρ ̓ αὐτοῦ τοῦ υἱοῦ ὥσπερ ἀπὸ πηγῆς, καθάπερ ἀμέλει τοι ἐξ αὐτοῦ τοῦ θεοῦ καὶ πατρός. ἀλλ ̓ εἰ καὶ ὁ πατὴρ πηγὴ τοῦ πνεύματός ἐστι καὶ ὁ υἱὸς πηγὴ τοῦ πνεύματός ἐστιν, ἀλλ ̓ οὐχὶ δύο πηγαὶ τοῦ πνεύματος ὁ πατήρ εἰσι καὶ ὁ υἱὸς, μίαν δὲ πηγὴν τοῦ πνεύματος τὸν πατέρα καὶ τὸν υἱὸν ἡ εὐσεβὴς ἔννοια ἔχει, καὶ διὰ τοῦτο κοινὸν πατρὸς καὶ υἱοῦ τὸ ἅγιον πνεῦμα οἱ τῆς ἐκκλησίας φωστῆρες καὶ διδάσκαλοι τεθεολογήκασιν· ὥσπερ γὰρ ἐκ τῆς οὐσίας τοῦ πατρὸς φυσικῶς τὸ πνεῦμά ἐστιν, οὕτω καὶ ἐκ τῆς οὐσίας τοῦ

« ÖncekiDevam »