Sayfadaki görseller
PDF
ePub

ἅγιον λέγομεν εἶναι ἀδιστάκτως, πιστεύοντες τὸν αὐτὸν ἄζυμον ἄρτον ἐν αὐτῇ τῇ ἱεροτελεστίᾳ τῆς εὐχαριστίας ἀληθῶς μετουσιοῦσθαι εἰς σῶμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὸν οἶνον εἰς αἷμα αὐτοῦ διὰ τῆς τοῦ παναγίου πνεύματος δυνάμεώς τε καὶ ἐνεργείας, παρ ̓ ἡμῖν δὲ πάλιν ἐξ ἐνζύμου ἐκτελούμενον ἄρτου, ἅγιον καὶ τοῦτο γινώσκομεν, ὃ καὶ τηροῦντες ὡς ἀρχῆθεν ἡμῖν παραδεδομένον, πιστεύομεν ὁμοίως τὸν αὐτὸν ἄρτον ἀληθῶς μετουσιοῦσθαι εἰς σῶμα καὶ τὸν οἶνον εἰς αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς, ὡς εἴρηται, τοῦ παναγίου πνεύματος δυνάμεως καὶ ἐνεργείας. τὴν ἱερὰν τάξιν καὶ ταύτην ἀσπασίως καθομολογοῦμέν τε καὶ δεχόμεθα· τὸν γάμον, περὶ οἱ κρατεῖ ἡ αὐτὴ ἐκκλησία τῆς Ῥώμης, ὅτι οὔτε εἷς ἀνὴρ πολλὰς γυναῖκας ὁμοῦ, οὔτε μία γυνὴ ὁμοῦ ἔχειν παραχωρεῖται πολλοὺς ἄνδρας, διαλυθέντος δὲ τοῦ νομίμου γάμου ἀπὸ θανάτου θατέρου τῶν ὁμοζύγων, δευτέρους καὶ τρίτους ἐντεῦθεν γάμους κατὰ διαδοχὴν θεμιτοὺς εἶναι λέγει, καὶ ἐμποδισμὸς κανονικὸς ἐξ αἰτίας τινὸς οὐ προσ ίσταται· δεχόμεθα καὶ τοῦτον τοιουτοτρόπως καὶ περὶ τούτου τὰ αὐτὰ φαμὲν καὶ ἡμεῖς. τὸ ἔσχατον χρίσμα, καὶ δεχόμεθα καὶ τοῦτο τοῖς ἄλλοις ὁμοίως, ὃ καὶ παρ' ἡμῖν ἐκτελούμενον ἑπταπάπαδον ὀνομάζεται, ὡς ἐν κεφαλαίῳ δὲ εἰπεῖν, ἐπεὶ ταῦτα πάντα οὕτως πρεσβεύει τε καὶ κηρύττει ἡ ῥηθεῖσα ἁγία ἐκκλησία τῆς Ῥώμης, πιστεύομεν καὶ λέγομεν, ὅτι εὐσεβῶς καὶ ὀρθοδόξως καὶ ἀληθῶς διδάσκει καὶ κηρύττει ταῦτα ἡ ἁγία ἐκκλησία τῆς Ῥώμης, πλὴν καὶ οὕτως ὀφείλομεν ἐμμένειν ἡμεῖς ἀπαραλλάκτως ἐπὶ τοῖς ἀρχῆθεν κρατήσασι παρὰ τῇ ἡμετέρᾳ ἐκκλησία ἐθίμοις. ταῦτα πάντα τὰ ἀναγεγραμμένα εἰς βεβαίωσιν πληρεστάτην ἐκθέμενος τῆς τοῦ σχίσματος ἀπαρνήσεως καὶ τῆς καθαρᾶς καὶ ἀληθοῦς ἡμῶν ὑπακοῆς πρὸς τὸ πρωτεῖον τῆς ῥωμαϊκῆς ἐκκλησίας καὶ εἰς παράστασιν καὶ ἀπόδειξιν τοῦ συμφωνεῖν πληρεστάτως τε καὶ ἀνελλιπῶς τὴν καθ ̓ ἡμᾶς ἐκκλησίαν κατὰ τὴν τῆς εὐσεβείας καὶ ὀρθοδοξίας ἔννοιαν τῇ ἁγίᾳ καὶ ἀποστολικῇ μητρὶ πασῶν τῶν ἐκκλησιῶν, ἐκκλησία τῆς Ῥώμης, τῇ ἡμετέρα βούλλη συνήθως ἐπικυρώσαμεν κατὰ τὸν ἀπρίλ λιον μῆνα τῆς πέμπτης επινεμήσεως τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ὀγδοηκοστοῦ πέμπτου ἔτους ἐν δευτέρῳ ἔτει τῆς ἀρχιερατείας ἡμῶν †.

† Ἰωάννης ἐλέῳ θεοῦ πατριάρχης Κωνσταν τινουπόλεως, Νέας Ρώμης †.

Διὰ τοῦ χαρτοφύλακος Κωνσταντίνου.

VIII. 6864 (1355) decembri ind. VIII.

Imperator Ioannes Palaeologus, ut impetret auxilia a papa Innocentio VI., iurat se ei obtemperaturum, daturum operam uniendis ecclesiis, obsidem Romam missurum filium suum primogenitum Manuelem etc.

† Ἐγὼ Ἰωάννης, ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ῥωμαίων ὁ Παλαιολόγος, ὀμνύω εἰς τὰ ἅγια τοῦ θεοῦ εὐαγ γέλια, ἁψάμενος τῶν ἁγίων γραφῶν, καὶ μὲ τὴν ἁγίαν τριάδα, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἕνα ἀληθῆ θεὸν τὸν τρισυπόστατον καὶ μὲ τὸν Ἰησοῦν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ σωτῆρα καὶ μὰ τὴν ὑπεραγίαν Θεοτόκον καὶ μὲ τὸν ἅγιον καὶ ζωοποιὸν σταυρὸν τοῦ Χριστοῦ καὶ μὲ τοὺς ἁγίους ἀποστόλους καὶ πάν τας τοὺς ἄλλους ἁγίους, ἵνα ἐκτὸς δόλου, ἀπάτης και σφάλματος καθ' ὅλην μου τὴν ἰσχὺν καὶ τὴν δύναμιν καὶ κατὰ πᾶσάν μου τὴν ἐπιχείρησιν τηρήσω βεβαίως καὶ ἐξ ὁλοκλήρου καὶ πληρώσω ἐγώ τε αὐτὸς καὶ παρὰ τῶν ἄλλων ποιήσω πληρωθῆναι καὶ φυλαχθῆναι πάντα ταῦτα καὶ ἕκαστα τὰ ἑπόμενα, ἅπερ ὑπεσχέθην τῷ αἰδεσιμω τάτῳ ἐν Χριστῷ πατρὶ, ἀρχιεπισκόπῳ Σμύρνης, κυρῷ Παύλῳ, τῷ ὀνό ματι καὶ δικαίῳ τοῦ ἁγιωτάτου ἐν Χριστῷ πατρὸς καὶ δεσπότου κῦρ Ἰννοκεντίου, θείᾳ προνοίᾳ τῆς ἱεραγίας ῥωμαϊκῆς καὶ καθολικῆς ἐκκλησίας πάπα ἕκτῳ, καὶ οὕτως ὁ θεὸς καὶ πάντες οἱ ἅγιοι αὐτοῦ βοηθήσαιεν ἐμοί, ὥσπερ ἐγὼ φυλάξω καὶ ἐκπληρώσω καὶ φυλαχθῆ ναι παρὰ τῶν ἄλλων ποιήσω πάντα καὶ ἕκαστα τὰ ἑπόμενα. ἐν πρώτοις, ἵνα ὦ πιστὸς καὶ ὑπήκοος εἰς σέβας τε καὶ εὐμένειαν τῷ μα καριωτάτῳ πατρὶ καὶ δεσπότῃ κυρῷ Ἰννοκεντίῳ, τῆς ῥωμαϊκῆς καὶ καθολικῆς ἐκκλησίας, ἀξίᾳ θεοῦ προνοίᾳ ἄκρῳ ἀρχιερεῖ, καὶ τοῖς αὐτοῦ διαδόχοις, καὶ διατηρῶ καὶ ἐκπληρῶ τὴν ὀφειλομένην ὑπακοήν τε καὶ τὸ σέβας πρός τε αὐτὸν τὸν ἁγιώτατον δεσπότην τὸν πάπαν καὶ τοὺς αὐτοῦ διαδόχους, καὶ δέχωμαι τοὺς δελεγάτους αὐτοῦ καὶ ἀποκρισιαρίους μετὰ παντὸς σεβάσματος καὶ εὐμενείας. ἔτι ἵνα ποιήσω καθ' ὅλην μου τὴν ἰσχὺν καὶ τὴν ἐπιχείρησιν, ἵνα πᾶς ὁ λαὸς ὁ ὑπὸ τὴν ἡμετέραν βασιλείαν καθεστηκὼς καὶ τῇ ἡμετέρᾳ ἐπικρατεία ὑποκείμενος, εἴτε λαϊκός, εἴτε κληρικὸς, ὁποίας δήποτ ̓ ἂν εἶεν διαγω γῆς, καταστάσεώς τε καὶ ἀξιώματος, ὦσι πιστοὶ, ὑπήκοοι, σεβαστικοί

τε καὶ εὐμενεῖς αὐτῷ τῷ δεσπότῃ καὶ ἄκρῳ ἀρχιερεῖ καὶ τοῖς αὐτοῦ διαδόχοις. ἐπεὶ δὲ τὸ πολὺ τοῦ καιροῦ ἐσκλήρυνε τε καὶ ἐβάρυνε τὰς καρδίας τοῦ λαοῦ, καὶ μόλις ἂν δύναιντο τῶν εἰωθότων ἐκσπαθῆναι καὶ διὰ καινῆς ὁδοῦ χωρῆσαί τε καὶ βαδίσαι, εἰ μὴ μετὰ τρόπου σοφίας καὶ ῥυθμῷ συνέσεως, τὸν ἑπόμενον τουτονὶ τρόπον ἀπεφηνάμην, ἐπεξείργασμαί τε καὶ κατέστησα μετ' αὐτοῦ τοῦ αἰδεσίμου ἐν Χριστῷ πατρός, ἀρχιεπισκόπου Σμύρνης, καὶ μετὰ τοῦ οἰκείου τῆς βα σιλείας μου μεγάλου εταιρειάρχου, κυροῦ Νικολάου τοῦ Σιγηροῦ, δι' ὧν ἐμαυτὸν ποιήσοντα, φυλάξοντά τε καὶ ἐκπληρώσοντα τὰ προρρηθέντα ὑπεσχέθην τε καὶ ἐπήγγελμαι, τουτέστιν ἵνα ἐπαναπέμψῃ ὁ προειρημένος ἁγιώτατος πατὴρ αὐτὸν τὸν ἀρχιεπίσκοπον Σμύρνης καὶ τὸν προδηλωθέντα οἰκεῖον ἡμῖν μετὰ κατέργων τριῶν, καὶ ὅταν ἔλ θωσιν οὗτοι εἰς τὴν Κωνσταντινούπολιν, μὰ τὸν ὅρκον, ὃν ἐποίησα, ὑπόσχομαι δοῦναι τὸν υἱόν μου, τὸν ἐνδοξότατον καὶ πανευτυχέστατον δεσπότην, κῦρον Μανουὴλ τὸν Παλαιολόγον, τῷ διαληφθέντι ἀρχιεπισκόπῳ, τοῦτον δὲ ἄξει οὗτος εἰς αὐτὸν τὸν δεσπότην ἡμῶν τὸν πάπαν μετὰ ἑνὸς κατέργου, ἀφήσει μοι δὲ κάτεργα δύο, ἁρματώσει δὲ καὶ ἕτερα δύο εἰς τὰ μέρη ταῦτα, καὶ ἀφήσει ταῦτα ὑπὸ τὸν ἡμέ τερον ὁρισμὸν εἰς δεφένδευσιν τῶν μερῶν τούτων. ἔτι ἵνα ὁ δεσπότης ὁ πάπας τάχιον ὅσον δύναται μετὰ τὸ λαβεῖν τὸν υἱόν μου ἐν ταῖς οἰκείαις χερσὶν ἀποστείλῃ μοι σκέρια πεντεκαίδεκα μετὰ καβαλλαρίων τετρακοσίων καὶ ἄλλους ἑκατὸν καβαλλαρίους μετὰ καραβίων καὶ χιλίους πεζούς, ὥστε γενέσθαι τὸ ὅλον φυσσάτον σκέρια πεντεκαίδεκα, κάτεργα λεπτά πέντε, καβαλλαρίους πεντακοσίους καὶ χιλί ους πεζούς· ὅταν δὲ ἔλθοι τὸ τοιοῦτον φοσσάτων εἰς τὴν Κωνσταντινούπολιν διὰ τῆς χάριτος τοῦ Θεοῦ, ἵνα ἡ εἰς τὸν ἡμέτερον ὁρισμὸν τοῦ μάχεσθαι κατὰ τῶν Τούρκων καὶ τῶν ἐχθρῶν ἡμῶν τῶν Ῥωμαίων μέχρι και μηνῶν ἓξ, ἐν ᾧ δὴ καιρῷ δώσει ὁ λεγάτος τοῦ δε σπότου ἡμῶν τοῦ πάπα εὐεργεσίας καὶ ἀξιώματα ἐκκλησιαστικὰ ἀνθρώποις Ῥωμαίοις ἱκανοῖς, οἵτινες ἂν ἑκουσίως εἰς ἕνωσιν καὶ ὑπα κοὴν ἐπιστρέψωσι τῆς ἐκκλησίας, καθὼς ἂν κρεῖττον δόξει αὐτῷ τε καὶ ἡμῖν· ἔνθα δὲ μεταξὺ τῶν ἓξ μηνῶν μετὰ τὸ φθάσαι ἐν Κωνσταντινουπόλει τὸ φυσσάτον διὰ τῶν εὐεργεσιῶν καὶ χαρίτων οὐδα μῶς θελήσουσι ἑκουσίως οἱ Ρωμαῖοι εἰς τὴν ὑπακοὴν ἐπιστρέψαι τῆς ἐκκλησίας, ὅπερ οὐ πιστεύομεν, ὑποσχόμεθα ἀπὸ τοῦ νῦν ὑπὲρ τοῦ

τότε, ἵνα ποιήσωμεν μετὰ τῆς βουλῆς τε καὶ διαγνώσεως τοῦ λεγά του τοῦ δεσπότου τοῦ πάπα, ἵνα πάντη γένωνται ὑπήκοοι. ἔτι δώσομεν τῷ λεγάτῳ τοῦ δεσπότου ἡμῶν τοῦ πάπα ὀσπήτιον μέγα, ἐν ᾧ ἂν αὐτὸς μετὰ τῶν οἰκείων κατοικῇ, καὶ οὕτως ἀκολούθως ἡ αὐτὸ τοῦ δεσπότου τοῦ πάπα καὶ τῶν λεγάτων αὐτοῦ εἰς τὸ διηνεκές. ἔτι δώσομεν αὐτῷ περικαλλῆ καὶ ἔντιμον ἐκκλησίαν, ἐν ᾗ αὐτὸς ὁ λεγάτος καὶ οἱ μετ' αὐτὸν ἐλευσόμενοι παρὰ τοῦ δεσπότου τοῦ πάπα ὡς ἐν ἰδίᾳ ἐκκλησίᾳ ἐκτελῶσι τήν τε ἐκκλησιαστικὴν ἀκολουθίαν καὶ τὰ θεῖα μυστήρια. ἔτι δώσω τῷ πρωτοτόκῳ μου υἱῷ ἕνα διδά-. σκαλον λατίνων, ἵνα διδάσκῃ τοῦτον τά τε γράμματα καὶ τὴν λατινι κὴν γλῶσσαν ἀπὸ βουλῆς τε καὶ γνώμης τοῦ προδηλωθέντος λεγά του. ἔτι δώσω τρία μεγάλα οσπήτια, ἐν οἷς ἵνα κρατώνται διδασκαλεία λατινικῶν γραμμάτων, ἐγὼ δὲ δώσω ἔργον ἐντελὲς καὶ ἐπίθαλψιν μετὰ καθαρᾶς καρδίας, ἵνα οἱ τῶν ἐνδόξων καὶ εὐπόρων Ρωμαίων παῖδες ἀπέρχωνται ἐπὶ τῷ μανθάνειν λατινικὰ γράμματα. εἰ δὲ συμβῇ μὴ φυλάξαι με τὰ προρρηθέντα πάντα καὶ ἕκαστα, ὅπερ ἀπείη, καὶ ἀποστρεψάτω ὁ θεὸς τοσοῦτον κακὸν ἀπ ̓ ἐμοῦ, ἀπὸ τοῦ νῦν ὑπὲρ τοῦ τότε τῇ βασιλικῇ ἀδείᾳ κρίνω ἐμαυτὸν ἀνάξιον τῆς βασιλείας, ἀποστερῶν ἐμαυτὸν τῶν βασιλικῶν δικαίων, καὶ μεταφέρω, δίδωμι, ἐκχωρῶ τὸ δίκαιον καὶ τὴν ἐξουσίαν τῆς τε βασιλείας καὶ τοῦ βασιλεύειν εἰς τὸν προρρηθέντα διόν μου καὶ ἀπὸ τοῦ νῦν ὑπὲρ τοῦ τότε καθιστῶ, ποιῶ, δημιουργῶ καὶ τάττω αὐτὸν εἰς βασιλέα τε καὶ αὐτοκράτορα τῶν Ῥωμαίων. ἔτι, εἴπερ συμβῇ τοῦτο, ὅπερ ἀπεύχομαι, ἀπὸ τοῦ νῦν ὑπὲρ τοῦ τότε δίδωμι, ἐκχωρῶ καὶ μεταφέρω τὸ δίκαιον τῆς πατρικῆς ἐξουσίας εἰς τὸν προειρημένον δεσπότην, τὸν ἄκρον ἀρχιερέα ἐπάνω τοῦ τοιούτου υἱοῦ μου, ὃν ἀπὸ τοῦ νῦν ὑπὲρ τοῦ τότε ὑποτάττω τῇ αὐτοῦ ἐξουσίᾳ, παρέχων αὐτῷ καὶ διδοὺς αὐτὸν εἰς υἱοθεσίαν κατὰ πάντα τρόπον καὶ τύπον, οἷς ἂν κρεῖττον ἀπὸ τῶν νόμων δύναμαι. ἔτι δίδωμι, ἐκχωρῶ καὶ παραδίδωμι ἐξουσίαν καὶ ἄδειαν αὐτῷ τῷ δεσπότῃ καὶ ἄκρῳ ἀρχιερεῖ, ἵνα δύνηται κτάσθαι, ἀπαιτεῖν, ἀναζητεῖν τε καὶ ἐπαίρειν τὴν βασιλείαν ἡμῶν ὑπὲρ τοῦ ῥηθέντος υἱοῦ μου ὡς ὑπὲρ ἀληθοῦς καὶ νομίμου βασιλέως καὶ διδόναι αὐτῷ γυναῖκα, παιδαγωγούς, φύλακάς τε καὶ ἐπιτρόπους μέχρι τοῦ παρὰ τῶν νόμων τεταγμένου χρόνου, καὶ ἵνα δύνηται τάττειν καὶ καθιστᾶν εἰς τὴν τοι αύτην βασιλείαν, ὡς εἰς βασιλείαν αὐτῷ ἀπὸ δικαίου ἀνήκουσαν τῷ

δικαίῳ καὶ ὀνόματι τοῦ προειρημένου υἱοῦ μου, ὃν ἀπὸ τοῦ νῦν ὑπὲρ τοῦ τότε τῆς ἰδίας ἡμῶν πατρικῆς ἐξουσίας λύομέν τε καὶ ἐλευθε ροῦμεν καὶ εἰς πατρικὴν ἐξουσίαν κατὰ υἱοθεσίαν αὐτῷ τῷ δεσπότη τῷ πάπα ὑποτάττομεν καὶ χαριζόμεθα, ἀποβαλλόμενοι πᾶσαν παραγραφὴν, ἣν ἂν κατὰ τῶν προρρηθέντων ἀντιτείνειν δυναίμεθα, καὶ νόμον καὶ δίκαιον, οἷς πρὸς ἡμετέραν αγωγήν τε καὶ βοήθειαν, εἴπερ οὐ φυλάξομεν καὶ πληρώσομεν τὰ προρρηθέντα, οἷοί τε ἂν ὦμεν. ἔτι εἴπερ συμβῇ, ἵνα ἔλθοι ὁ προρρηθεὶς ἀρχιεπίσκοπος μετὰ τριῶν κατέργων ἢ πλειόνων, καὶ οὐδὲν δώσομεν ἡμεῖς αὐτῷ τὸν δηλωθέντα υἱὸν ἡμῶν, ἵνα ἀγάγοι αὐτὸν εἰς τὸν δεσπότην ἡμῶν, τὸν ἄκρον ἀρχιερέα, ενόχους ἡμᾶς αὐτοὺς ποιοῦμεν καὶ πάντα τὰ ἀγαθὰ ἡμῶν καὶ πάντας τοὺς Ρωμαίους ἡμῶν καὶ τὰ ἀγαθὰ αὐτῶν, ἵνα δύνηται ὅ τε δεσπότης ὁ πάπας καὶ οἱ ἄνθρωποι καὶ ἐπίτροποι αὐτοῦ ζητεῖν καὶ ἐπαίρειν ἐπάνω τῶν τοιούτων ἀγαθῶν τε καὶ ἀνθρώπων μέχρι καὶ τιμήματος φλωρίων τετρακισχιλίων ὑπὲρ ἑκάστου κατέργου, ὅπερ ἂν ὁ προρρηθεὶς ἀρχιεπίσκοπος καὶ ὁ δηλωθεὶς οἰκεῖος ἡμῖν ἀγάγοιεν εἰς τὴν Κωνσταντινούπολιν ἐν παντὶ τόπῳ καὶ ὑφ ̓ ἑκάστῳ κριτῇ καὶ ἐκκλησιαστικῷ καὶ πολιτικῷ ἐν τῷ Γαλατᾷ, ἐν τῇ Ῥόδῳ, τῇ Χίῳ καὶ Κύπρῳ καὶ ἐν πᾶσι τοῖς ἄλλοις τόποις, μὴ ἐναντιουμένης παραγραφής τινος ἢ δικαίου, περ ἂν ἢ ἡμεῖς ἢ οἱ ἡμέτεροι Ρωμαῖοι δυναίμεθα βοηθεῖσθαι πρὸς τὸ μὴ ἀπεκβαλεῖν τὴν τοιαύτην τῶν φλωρίων ποσότητα· εἰ δὲ συμβῇ πληρῶσαί με πάντα τὰ ἀναγε γραμμένα, θέλω, ἵνα βοηθῇ μοι ὁ δεσπότης ὁ πάπας κατὰ πάντων τῶν ἐχθρῶν μου καὶ μάλιστα τῶν ἀπίστων μετὰ μείζονος φυσσάτου καὶ πλήθους χριστιανῶν, ὅπερ ἂν ἀνθίστασθαι δύναιτο τῷ τῶν ἀπίστων πλήθει καὶ διώκει(ν) αὐτοὺς ἀπὸ τῆς γῆς τῶν χριστιανῶν, ἣν ἀδίκως καθ ̓ ἁρπαγὴν τῇ αὐτῶν ἀπιστία ὑπέταξαν. ἔτι ἵνα ὁ δεσπό της ἡμῶν ὁ πάπας προμηθεύσηται ἡμᾶς εἰς ἐξόδους γενησομένους καὶ ῥόγαν διδομένην εἰς τὸ φυσσάτον, ἐπεὶ ἡ βασιλεία μου οὐδαμῶς δύναται κατὰ τὸ παρὸν πολλὰς ἐξόδους ὑφίστασθαι. ἔτι ἵνα ὦ ἐγὼ ἀρχικὴ κεφαλή, σημαιοφόρος τε καὶ φλαμουλάριος τῆς ἁγίας μητρὸς ἐκκλησίας μετὰ καθαροῦ καὶ μεμιγμένου κράτους καὶ πλήρους ἐξου σίας ἐπάνω παντὸς τοῦ φοσσάτου τῶν χριστιανῶν, οἵτινες ἂν διαπεράσωσιν εἰς τὰ ἐνταῦθα τῆς θαλάσσης μέρη ἢ ῥογευθέντες παρὰ τῆς ἐκκλησίας ἢ παρ ̓ ἄλλων, προστάγματι καὶ συγγνώμη τῆς ἐκκλησίας,

« ÖncekiDevam »