Sayfadaki görseller
PDF
ePub

αὐτὴν ἔννοιαν ἀποβλεπόντων ἁπάντων ἐν διαφόροις ταῖς λέξεσιν, οἱ μὲν Γραικοὶ διισχυρίσαντο, ὅτι τοῦθ ̓, ὅπερ λέγουσι, τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι, οὐ ταύτῃ τῇ διανοίᾳ προφέρουσιν, ὥστε αὐτοὺς τὸν υἱὸν ἀποκλείειν, ἀλλ ̓ ἐπειδήπερ αὐτοῖς ἐδόκει, φασί, τοὺς Λατίνους διαβεβαιοῦσθαι, τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὡς ἀπὸ δύο ἀρχῶν καὶ δύο πνεύσεων ἐκπορεύεσθαι, διὰ τοῦτ ̓ ἐφυλάξαντο λέγειν, τὸ πνεύμα τὸ ἅγιον ἐκπορεύεσθαι ἐκ πατρὸς καὶ υἱοῦ· οἱ δὲ Λατῖνοι διαβεβαιώσαντο, μὴ κατὰ ταύτην τὴν διάνοιαν σφᾶς αὐτοὺς λέγειν, τὸ πνεῦμα τὸ ἅγιον ἐκ πατρὸς καὶ υἱοῦ ἐκπορεύεσθαι, ὡς ἀποκλείειν τὸν πατέρα τοῦ εἶναι πηγὴν καὶ ἀρχὴν ὅλης τῆς θεότητος, τοῦ υἱοῦ δηλονότι καὶ τοῦ ἁγίου πνεύμα τος, ἢ ὅτι τὸ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον ὁ υἱὸς οὐκ ἔχει παρὰ τοῦ πατρὸς, ἢ ὅτι δύο τιθέασιν εἶναι ἀρχὰς ἢ δύο πνεύσεις, ἀλλ ̓ ἵνα μίαν μόνην δηλώσωσιν εἶναι ἀρχὴν καὶ μοναδικὴν προβολὴν τοῦ ἁγίου πνεύματος, καθὼς μέχρι τοῦδε διισχυρίσαντο. ἐπειδὴ δὲ τούτων ἁπάντων μία καὶ ἡ αὐτὴ τῆς ἀληθείας συνάγεται ἔννοια, τέλος εἰς τὴν ὑπογεγραμμένην ἁγίαν καὶ θεοφιλῆ τῇ αὐτῇ διανοίᾳ καὶ τῷ αὐτῷ νοὶ συνεφώνησαν, καὶ συνήνεσαν ὁμοδυμαδὸν ἕνωσιν. ἐν τῷ ὀνόματι τοίνυν τῆς ἁγίας τριάδος, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ταύτης τῆς ἱερᾶς καὶ οἰκουμενικῆς τῆς ἐν Φλωρεντείᾳ ἐπιψηφιζομένης συνόδου ὁρίζομεν, ἵνα αὕτη ἡ τῆς πίστεως ἀλήθεια ὑπὸ πάντων τῶν χριστιανῶν πιστευθείη τε καὶ ἀποδεχθείη, καὶ οὕτω πάντες ὁμολογῶσιν, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἀιδίως ἐστὶ, καὶ τὴν ἑαυτοῦ οὐσίαν καὶ τὸ ὑπαρκτικὸν αὐτοῦ εἶναι ἔχει ἐκ τοῦ πατρὸς ἅμα καὶ τοῦ υἱοῦ καὶ ἐξ ἀμφοτέρων ἀιδίως, ὡς ἀπὸ μιᾶς ἀρχῆς καὶ μοναδικῆς προβολῆς ἐκπορεύεται, διασαφοῦντες, ὅτι τοῦθ ̓, ὅπερ οἱ ἅγιοι διδάσκαλοι καὶ πατέρες ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐκπορεύεσθαι λέγουσι τὸ πνεῦμα τὸ ἅγιον, εἰς ταύτην φέρει τὴν ἔννοιαν, ὥστε διὰ τούτων δηλοῦσθαι, καὶ τὸν υἱὸν εἶναι, κατὰ μὲν τοὺς Γραικοὺς αἰτίαν, κατὰ δὲ τοὺς Λατίνους, ἀρχὴν τῆς τοῦ ἁγίου πνεύματος ὑπάρξεως, ὥσπερ καὶ τὸν πατέρα. καὶ ἐπεὶ πάντα, ὅσα ἐστὶ τοῦ πατρὸς, αὐτὸς ὁ πατὴρ τῷ μονογενεῖ αὐτοῦ υἱῷ ἐν τῷ γεννᾶν δέδωκε, πλὴν τοῦ εἶναι πατέρα, τοῦτ ̓ αὐτὸ, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ υἱοῦ ἐκπορεύεται, αὐτὸς ὁ υἱὸς παρὰ τοῦ πατρὸς ἀιδίως ἔχει, ἀφ ̓ οὗ ἀιδίως καὶ γεγέννηται,

ἔτι διοριζόμεθα, τὴν τῶν ῥημάτων ἐκείνων ἀνάπτυξιν, τὴν καὶ ἐκ τοῦ υἱοῦ χάριν τοῦ τὴν ἀλήθειαν σαφηνισθῆναι, ἀνάγκης τε τότε ἐπικειμένης, θεμιτῶς τε καὶ εὐλόγως ἐν τῷ συμβόλῳ προστεθῆναι. ἔτι ἐν ἀζόμῳ ἢ ἐνζύμῳ ἄρτῳ σιτίνῳ τὸ τοῦ Χριστοῦ σῶμα τελεῖσθαι ἀληθῶς, τούς τε ἱερεῖς ἐν θατέρῳ αὐτὸ τὸ σῶμα τοῦ κυρίου ὀφεί λειν τελεῖν, ἕκαστον δηλονότι κατὰ τὴν τῆς ἰδίας ἐκκλησίας, εἴτε δυτικῆς, εἴτε ἀνατολικῆς, συνήθειαν. ἔτι ἐὰν οἱ ἀληθῶς μετανοήσαντες ἀποθάνωσιν ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, πρὶν τοῖς ἀξίοις τῆς μετα νοίας καρποῖς ἱκανοποιῆσαι περὶ τῶν ἡμαρτημένων ὁμοῦ καὶ ἠμελημένων, τὰς τούτων ψυχὰς καθαρτικαῖς τιμωρίαις καθαίρεσθαι μετὰ θάνατον, ὥστε δὲ ἀποκουφίζεσθαι αὐτὰς τῶν τοιούτων τιμωριῶν, λυσιτελεῖν αὐταῖς τὰς τῶν ζώντων πιστῶν ἐπικουρίας, δηλονότι τὰς ἱερὰς θυσίας καὶ εὐχὰς καὶ ἐλεημοσύνας καὶ τἄλλα τῆς εὐσεβείας ἔργα, ἅτινα παρὰ τῶν πιστῶν ὑπὲρ ἄλλων πιστῶν εἴωθε γίνεσθαι κατὰ τὰ τῆς ἐκκλησίας διατάγματα, ἐκείνων δὲ τὰς ψυχὰς, οἵτινες μετὰ τὸ βαπτισθῆναι οὐδεμιᾷ ὅλως τῆς ἁμαρτίας κηλῖδι ὑπέπεσον ἢ ἔτι τὰς μετὰ τὸ ἐφελκύσασθαι τὴν τῆς ἁμαρτίας κηλίδα, εἴτε ἐν τοῖς αὐτῶν σώμασιν, εἴτε μετὰ τὸ τὰ σώματα ἀποδύσασθαι, ὡς προείρηται, καθαρθείσας, εἰς οὐρανὸν εὐθὺς προσλαμβάνεσθαι καὶ καθαρῶς θεωρεῖν αὐτὸν τὸν ἕνα καὶ τρισυπόστατον θεὸν, καθὼς ἐστὶν, ἕτερον μέντοι ἑτέρου τελεώτερον κατὰ τὴν τῶν βεβιωμένων ἀξίαν, τὰς δὲ ψυχὰς τῶν ἐν τῇ κατ' ἐνέργειαν θανασίμῳ ἁμαρ τία ἢ καὶ ἐν μόνῃ τῇ προπατορικῇ ἀποβιούντων, εὐθέως καταβαίνειν εἰς ᾅδην, τιμωρίαις ὅμως ἀνίσοις τιμωρηθησομένας. ἔτι ὁρίζομεν, τὴν ἁγίαν ἀποστολικὴν καθέδραν καὶ τὸν ῥωμαϊκὸν ἀρχιερέα εἰς πᾶσαν τὴν οἰκουμένην τὸ πρωτεῖον κατέχειν, αὐτόν τε τὸν ῥωμαϊκὸν ἀρχιερέα διάδοχον εἶναι τοῦ μακαρίου Πέτρου, τοῦ κορυφαίου τῶν ἀποστό λων, καὶ ἀληθῆ τοποτηρητὴν τοῦ Χριστοῦ καὶ πάσης τῆς ἐκκλησίας κεφαλὴν καὶ πάντων τῶν χριστιανῶν πατέρα καὶ διδάσκαλον ὑπάρ χειν καὶ αὐτῷ ἐν τῷ μακαρίῳ Πέτρῳ τοῦ ποιμαίνειν καὶ διιθύνειν καὶ κυβερνᾶν τὴν καθολικὴν ἐκκλησίαν ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πλήρη ἐξουσίαν παραδεδόσθαι, καθ ̓ ὃν τρόπον καὶ ἐν τοῖς πρακτικοῖς τῶν οἰκουμενικῶν συνόδων καὶ τοῖς ἱεροῖς κανόσι διαλαμ βάνεται, ἀνανεοῦντες ἔτι καὶ τὴν ἐν τοῖς κανόσι παραδεδομένην τάξιν τῶν λοιπῶν σεβασμίων πατριαρχῶν, ὥστε τὸν Κωνσταντινουπόλεως

πατριάρχην δεύτερον εἶναι μετὰ τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης, τρίτον δὲ τὸν τῆς ̓Αλεξανδρείας, τέταρτον δὲ τὸν τῆς Ἀντιοχείας καὶ πέμπτον τὸν τῶν Ἱεροσολύμων, σωζομένων δηλαδὴ καὶ τῶν προνομίων ἁπάντων καὶ δικαίων αὐτῶν. ἐδόδη ἐν τῇ Φλωρεντείᾳ ἐν συνε λεύσει δημοσίᾳ συνοδικῇ ἑορτασίμως ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τελεσθείσῃ ἔτει τῆς κυριακῆς ἐνανθρωπήσεως χιλιοστῷ τετρακοσιοστῷ τριακοστῷ ἐνάτῳ, ἕκτῃ τοῦ ἰουλίῳ, τῆς ἀρχιερατείας ἡμῶν ἔτει ἐνάτῳ †.

† Ἰωάννης ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ρωμαίων ὁ Παλαιολόγος ὑπέγραψα 1.

† Ὁ ταπεινὸς μετροπολίτης Ηρακλείας, πρόεδρος τῶν ὑπερτίμων καὶ ἔξαρχος πάσης Θράκης και Μακεδονίας καὶ τὸν τόπον ἐπέχων τοῦ ἀποστολικοῦ θρόνου τοῦ ἁγιωτάτου πατριάρχου Αλεξανδρείας Φιλοθέου, Αντώνιος, ὁρίσας ὑπέγραψα †. † Ὁ τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου τοῦ πατριάρχου Αλεξανδρείας καὶ δεσποτικοῦ κυρίου Φιλοθέου καὶ μέγας πρωτοσύγγελος καὶ πνευματικὸς Γρηγόριος ἱερο μόναχος ὑπέγραψα †. † Ὁ Ἰσίδωρος, μητροπολίτης Κυέβου καὶ πάσης Ρωσίας καὶ τὸν τόπον ἐπέχων τοῦ ἀποστολικοῦ θρόνου τοῦ ἁγιωτάτου πατριάρχου Αντιοχείας, κυρίου Δωροθέου, στέργων καὶ συναινῶν ὑπέγραψα †. † Ὁ μητροπολίτης Μονεμβασίας καὶ τὸν τόπον ἐπέχων τοῦ ἀποστολικοῦ θρόνου τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων Ἰωακεὶμ, Δοσίθεος, στοιχήσας ὑπέγραψα †. † Ὁ μητροπολίτης Τραπεζοῦντος Δωρόθεος στοιχήσας ὑπέγραψα †. † Ὁ Κυζίκου Μητροφά νης ὑπέγραψα †. † Βησσαρίων ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος τῶν Νι καέων μητροπόλεως στοιχήσας ὑπέγραψα †. † Ὁ Νικομηδείας Μα κάριος ὑπέγραψα †. † Ὁ ταπεινός μητροπολίτης Λακεδαίμονος Με θόδιος ὑπέγραψα †. † Ὁ μητροπολίτης Τορνόβου Ιγνάτιος στοιχήσας ὑπέγραψα †. † Ὁ Μιτυλήνης καὶ τὸν τόπον ἐπέχων τοῦ Σίδης Δωρόθεος στοιχήσας ὑπέγραψα † † Ὁ Μολδοβλαχίας καὶ τὸν τό πον ἐπέχων τοῦ Σεβαστείας Δαμιανός ὑπέγραψα †. † Ὁ ταπεινὸς μητροπολίτης Αμασείας Ἰωάσαφ ὑπέγραψα † † Ὁ Ῥόδου Ναθα ναὴλ καὶ τῶν Κυκλάδων νήσων ὑπέγραψα † † Ὁ Δρίστρας Κάλ λιστος στοιχήσας ὑπέγραψα † † Ὁ Μελενίκου Ματθαῖος στοιχήσας

ὑπέγραψα †. † Ὁ μητροπολίτης Γάνου Γεννάδιος στοιχήσας ὑπέγραψα † † Ὁ Δράμας Δοσίθεος στοιχήσας ὑπέγραψα †. † Ὁ Αγχιάλου Σωφρόνιος ὑπέγραψα †. † Ὁ Νικαίας Βησσαρίων δι ̓ ἀναθέσεως γεγραμμένης καὶ ὑπογεγραμμένης ὑπὸ τοῦ μεγάλου σακελλαρίου Μανουήλ διακόνου τοῦ Χρυσοκόκκου τὴν αὐτὴν συγκατάθεσιν ἐνταῦθα ὑποσημηνάμενος ἀντ ̓ αὐτοῦ ἐνταῦθα παραδηλῶ ὁμόφρονα καὶ αὐτὸν καὶ ὁμογνώμονα ἡμῖν εἶναι καὶ πᾶσι τοῖς ἐνταῦθα στοιχεῖν καὶ αὐτόν †. † Ὁ μέγας σκευοφύλαξ διάκονος Θεόδωρος ὁ Ξανθόπουλος ὑπέγραψα †. † Ὁ μέγας χαρτοφύλαξ καὶ ἀρχιδιάκονος Μι χαὴλ ὁ Βαλσαμὼν ὑπέγραψα †. † Ὁ μέγας ἐκκλησιάρχης και δικαιοφύλαξ διάκονος Σίλβεστρος ὁ Συρόπουλος ὑπέγραψα †. † Ὁ πρωτó έκδικος διάκονος Γεώργιος ὁ Καππάδοξ ὑπέγραψα † † Gρκι ΕΠΗ ΚΟΠ ΑΒΡΑΑΜ ΚΑΙ ΠΑο † † Ὁ πρωτοπαπᾶς Κωνσταντῖνος καὶ τοποτηρητὴς Μολδοβλαχίας ὑπέγραψα †. † Ὁ ἐκκλησιάρχης τῆς σεβασμίας καὶ ἱερᾶς βασιλικῆς καὶ ἁγιοριτικῆς μετ γάλης Λαύρας καὶ τὸν τόπον ταύτης πληρῶν Μωυσῆς ἱερομόναχος ὑπέγραψα †. + Δωρόθεος ἱερομόναχος καὶ τοποτηρητής τῆς σεβα σμίας καὶ ἱερᾶς ἁγιοριτικῆς μεγάλης μονῆς τοῦ Βατοπεδίου †. † Ὁ καθηγούμενος τῆς σεβασμίας καὶ ἱερᾶς βασιλικῆς μονῆς Χριστοῦ τοῦ Παντοκράτορος Γερόντιος ἱερομόναχος ὑπέγραψα †. † Ὁ προηγούμενος τῆς Περιβλέπτου Αθανάσιος ὑπέγραψα † † Ὁ καθη γούμενος τοῦ ἁγίου Βασιλείου Γερμανὸς ὑπέγραψα † † Ὁ Παχώ μιος ἱερομόναχος καὶ ἡγούμενος τοῦ ἁγίου Παύλου ὑπέγραψα τ.

Orig. membr.; bibliothecae Laurentianae. A sinistra textus latinus cum subscriptione papae Eugenii et bulla plumbea, a dextra versio graeca cum subscriptione miniacea imperatoris et bulla aurea cum inscriptione solita. Descripsit et edidit Th. Heyse in Giornale storico degli archivi toscani I. 210. In tabullario vaticano habes quatuor exemplaria eiusdem decreti: de reliquis exemplaribus adi dissertationem Caroli Milanesii in libro supra laudato 196.

XIII. 1581. mense februario.

Chimarenses a Turcis vexati auxilium petunt a papa Gregorio XIII., promittentes se sedi apostolicae esse obtemperaturos.

† Παναγιόταται και μακαριόταται πάτερ τῆς μεγάλης καὶ και θωλικῆς καὶ οἰκουμενικῆς ἐκκλισίας, μέγιστε ἀρχιερεύς.

Ἡμεῖς ὅλη οἱ πρόεστι τῆς Χημάρας καὶ μὲ βουλῇ τοῦ λαοῦ ὅλου τῆς αὐτῆς χώρας Χημάρας μὲ ὅλο τὸ κατηλήκη τῶν κάτωθεν γεγραμένων χωρίον τὴν παναγιότητά σου προσκυνοῦμεν καὶ τὰ εἴμορφά σου πόδια, ποῦ μας μελετοῦν, ἡρήνην φηλοῦμεν, ὡς πρότος τῆς ἐκκλησίας, ἀκόμη καὶ τοὺς ἐκλαμπροτάτους γαρδηναλέους, ὅπιοι· εἶναι προέστη τοῦ ταπινοῦ γένους ἡμῶν, χαιρετοῦμεν πολλὰ παρακαλόντας κύριον τὸν θεὸν, νὰ σὲ διαφηλάτι ἐσένα τὸν μακαριώτατον πατέρα ὑγιὸν τιμήων, ὅπου καὶ νὰ κάμεις πολὰς ἡμέρας καὶ χρόνους καὶ ἔτζη ἄμποτε νὰ γένη. γήνοσκε οἱ μακαριότισου τὸ πὸς τὴν σήμερον ἐνεφανήστην πρὸς ἡμᾶς ὁ εὐγενὴς κυρ Δημήτριος Φερήγος ἐκ πώλεος Κορώνης τοῦ Μωρέος, ὅπιος μας ἐσήντιχε περὶ σωτηρήας μας ψυχικῶς καὶ σωματικῶς, καὶ διὰ νὰ ἠμποροῦμεν νὰ ἐλευθερωθοῦμεν ἐκ τὰς χεῖρας τῶν ἀνόμων Αγαρηνῶν, καὶ ἐπηδὴ ἐγνωρίζωμεν αὐτῶν καὶ τοὺς γονεῖς αὐτοῦ εὐγενὴς καὶ ἄρχωντας καὶ μπηστεμένους καὶ ἠξεύροντας τὴν δούλεψιν, ὅπου ἔκαμαν τοῦ βασιλέως Κάρλου πέμπτου εἰς τὸ ἔχησε τὸ αἷμά του διὰ τὴν ὀρθώδοξον πίστιν καὶ εἰς τὸ νὰ στερεύβουν καὶ τὴν πατρίδα τους καὶ τὰ καλά τους, καὶ ὁς πρότη που ἦσαν καὶ πλέο πλούσιει ἐκ τὴν ἄνοθε χώραν Κωρόνη, ὡς καθὼς φαίνωνται καὶ τὰ προβελέγιά τους, τὸν ἐστέρξαμε καὶ ἐδώκαμε πᾶσα πίστην, ἐπιδὴ ὁ θεὸς ὁ ἄγιως αὐτῶν ἐφώτισεν· ἐσήντιχε καὶ περὶ τῆς μακαριοτιτάσσου καὶ ὁς ἅγιων ἀρχιερέα καὶ περὶ τὴν πολλὴν ἀγά πην, ὅπου ἔχης εἰς τὸ γένο μας τῶν γρεκῶν, ὅτι κεκολέγειουκάς μας, καὶ ἐκκλησίαις ὅρισες νὰ κάμουν, καὶ ἄλες πολαῖς ἀγάπαις, ὅπου ἔδιξες και δίχνεις τοῦ ἄνοθεν γένους ἡμῶν, ὅτην τὴν φήμη σου εἰς ὅλλην τὴν Γρέτζηα τὴν ἔκαμε καὶ τρήγυρης, τοῦ αὐτοῦ καλοῦ ἔργου, ποῦ ἔκαμες, ὅλλη ἐσηκόσαμε τὰ χέρηα εἰς τὸν οὐρανὸν, τῶν θεὸν ἐδοξάσαμε μετὰ δακρήων, καὶ ὅλη μὲ μίαν βουλὴ καὶ προαίρεσην καὶ μὲ μίαν γνώμην παρακαλοῦμε μὲ τὰ γώνατα εἰς τὴν γῆν τὴν μακαριώτητά σου εἰς τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπου

« ÖncekiDevam »