Sayfadaki görseller
PDF
ePub

ρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως ὡς αὐτοί.

Ζαχαρίας

ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκὼς κἀκεῖ πολλὰ τῷ λαῷ προεφήτευσε· καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν.

οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει.

οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπ ̓ (sic) υἱῷ εὐλόγησε καὶ ὄνομα Ζοροβάβελ ἐπέθηκε· καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νίκος καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν, ἣν ποιήσει ἐπὶ Ἱερουσαλὴμ καὶ εὐλόγησεν 10 αὐτόν. σφόδρα δὲ τῆς προφητείας ἴδεν ἐν Ἱερουσαλὴμ καὶ περὶ τέλους ἐθνῶν καὶ Ἰσραὴλ καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων, καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο· καὶ ἀπέθανεν ἐν γήρει μακρῷ καὶ ἐκλειπὼν ἐτάφη σύνεγγυς ̓Αγγαίου.

5

Μαλαχίας.

οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σωφᾶ καὶ ἔτι πάνυ νέος καλὸν βίον ἔσχηκε· καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾳῦν, ἐκάλεσαν αὐτὸν Μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος· ἦν γὰρ καὶ τῷ ἰδεῖν εὐπρεπής· ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος θεοῦ ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας, 20 ὡς γέγραπται ἐν Σφαρφωτίμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν· καὶ ἔτι νέος προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ.

Αχία

ἀπὸ Σηλώμ, ὅπου ἦν ἡ σκηνὴ τὸ παλαιὸν ἐκ πόλεως Ἡλί.

15

Νάθαν

προφήτης Δαυὶδ ἦν ἐκ Γαβᾶ καὶ αὐτὸς ἦν ὁ διδάξας αὐτὸν νόμον κυρίου καὶ ἴδεν ὅτι Δαυὶδ ἐν τῇ Βηρσαβεὲ παραβήσεται καὶ σπεύδοντα 25 ἐλθεῖν ἀγγεῖλαι αὐτῷ ἐνεπέδισεν ὁ Βελίαρ, ὅτι κατὰ τὴν ὁδὸν εὗρεν νεκρὸν κείμενον γυμνὸν ἐσφαγμένον· καὶ ἐπέμεινεν ἐκεῖ καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε τὴν ἁμαρτίαν· καὶ ὑπέστρεψε πενθῶν καὶ ὡς ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἔπεμψε κύριος ἐλέγξαι αὐτόν· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανεν καὶ ἐτάφη εἰς τὴν γῆν αὐτοῦ.

30

ὅ ἐστι γένοιτο γένοιτο· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐτάφη πλησίον τῶν ἱερέων ἐνδόξως· διὸ λέγομεν· ἀλληλούϊα, ὅ ἐστιν ὕμνος ̓Αγγαίου καὶ Ζαχαρίου.

ΚΑ ́ Ζαχαρίας ὁ προφήτης· οὗτος ἦν υἱὸς Βαραχίου· οὗτος ἦλθεν · ἀπὸ γῆς Χαλδαίων ἤδη προβεβηκὼς καὶ ἐκεῖ ὢν πολλὰ τῷ λαῷ προεφήτευσε· καὶ τέρατα πολλὰ ἔδωκεν εἰς ἀπόδειξιν· οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει τῷ κυρίῳ· οὗτος καὶ τὸν Σαλαθιὴλ εὐλόγησεν ἐπὶ υἱῷ λέγων· ὅτι γεννήσεις υἱὸν καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ζοροβάβηλ· καὶ ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν τέρας 10 ἔδωκεν εἰς νῖος (sic?) περὶ Κρείσσον (sic?) τοῦ Λυδίων βασιλέως· καὶ περὶ ̓Αστυάγους τοῦ τῶν Μήδων βασιλέως· καὶ περὶ τῆς λειτουργίας αὐτοῦ ἐπροφήτευσεν, ἣν ποιήσει Κύρος ἐπὶ Ἱερουσαλήμ· καὶ εὐλόγησεν αὐτὸν σφόδρα· τὰ δὲ τῆς προφητείας αὐτοῦ τῆς ἐν Ἱερουσαλήμ· καὶ περὶ τέλους ἐθνῶν· καὶ περὶ τῆς τοῦ ναοῦ Ἱερουσαλὴμ οἰκοδομῆς· καὶ 15 ἀργίας προφητῶν καὶ ἱερέων· καὶ διπλῆς κρίσεως ἐξέθετο. ἀπέθανε δὲ εἰς τὴν Ἰουδαίαν ἐν γήρει μακρῷ· καὶ ἐτάφη σύνεγγυς 'Αγγαίου τοῦ προφήτου.

ΚΒ ́ Μαλαχίας ὁ προφήτης· ἦν ἐκ φυλῆς Ζαβουλών· οὗτος μετὰ τὴν ἀποστροφὴν τοῦ λαοῦ τὴν ἀπὸ Βαβυλῶνος, τίκτεται ἐν Σοφα· ἐν γῇ 20 Ζαβουλών· καὶ ἔτι νέος ὢν καλὸν βίον ἔσχε· πολλὰ δὲ προεφήτευσε περὶ τῆς τοῦ κυρίου ἐπιδημίας· καὶ περὶ κρίσεως νεκρῶν· καὶ ὅτι τὰ ἔθη Μωυσέως πληρωθήσονται καὶ ἀλλαγήσονται· Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πραΰν, ἐκάλεσεν αὐτὸν μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος· ἦν γὰρ καὶ τῷ εἴδει πάνυ εὐπρεπής· ἀλλὰ καὶ ὅσα 26 εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ἄγγελος ὀφθεὶς ἐπεδευτέρωσεν αὐτοῦ τὴν προφητείαν· ὥσπερ ἐγένετο ἐν ταῖς ἡμέραις τῆς ἀναρχίας, ὡς γέγραπται ἐν σφαρφωθείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. νέος δὲ ὢν ὁ προφήτης ἀπέθανε καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν τῷ ἀγρῷ αὐτοῦ.

30

Νάθαν ὁ προφήτης ἐγένετο ἐν ἡμέραις Δαυὶδ ἐκ φυλῆς Θωή (sic). οὗτος δὲ ἦν ἐκ Γαβάθ͵ καὶ αὐτὸς ἐστὶν ὁ διδάξας τὸν Δαυὶδ τὸν νόμον τοῦ κυρίου. καὶ ἔγνω Νάθαν, ὅτι ὁ βασιλεὺς Δαυὶδ ἐν τῇ Βυρσαβεὲ (sic) παρέβη, καὶ σπεύδοντι αὐτὸν ἐλθεῖν ἐκ Γαβὰθ εἰς Ἱερουσαλὴμ καὶ κωλῦσαι τὸν Δαυὶδ ἀπὸ τῆς ἀνομίας ταύτης ἐκώλυσεν αὐτὸν ὁ 36 Βελίαρ· ὅτι κατὰ τὴν ὁδὸν εὗρε νεκρὸν κείμενον γυμνόν· καὶ ἐπέμεινε τοῦ θᾶψαι αὐτὸν ἐκεῖ, ἵνα μὴ ὑπὸ θηρίων ἀναλωθῇ· καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε Δαυὶδ τὴν ἁμαρτίαν, καὶ ἐπέστρεψε πενθῶν εἰς Γαβάθ. Καὶ ὡς ἀνεῖλε Δαυὶδ Οὐρίαν τὸν ἄνδρα τῆς Βυρσαβεέ, ἀπέστειλεν ὁ θεὸς τὸν Νάθαν καὶ ἤλεγξε τὸν Δαυὶδ περὶ τῆς ἁμαρ40 τίας αὐτοῦ· καὶ ἐφοβήθη Δαυὶδ τὸν κύριον, ὅτι ἠλέγχθη ὃ ἐποίησε. καὶ ἔγνω Δαυίδ, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐπὶ Νάθαν τὸν προφήτην ἐστί· καὶ ἐτίμησεν αὐτὸν ὡς ὅσιον θεοῦ· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε· καὶ ἐτάφη ἐν Γαβὰθ ἐν τῇ γῇ αὐτοῦ.

Αχ ίας δὲ ὁ Σηλωνίτης· οὗτος ἦν ἀπὸ Σηλὼμ ἐκ φυλῆς Ἰούδα,

οὗτος εἶπε περὶ Σαλωμών, ὅτι προσκρούσει κυρίῳ· καὶ ἤλεγξε τὸν Ἱεροβοάμ, ὅτι δόλῳ πορεύσεται μετὰ κυρίου· ἴδεν ζεῦγος βοῶν πατοῦντα τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχοντα· προεῖπε καὶ τῷ Σαλωμών, ὅτι αἱ γυναῖκες αὐτὸν ἐκστήσουσι καὶ πᾶν τὸ γένος αὐτοῦ· καὶ ἀπέθανε καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς Σηλώμ.

Ἰωὰδ

ἐκ τῆς Σαμαρείμ.

οὗτος ἐστίν, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγξεν τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς δαμάλεσι· καὶ ἐτάφη ἐν Βεθὴλ σύνεγγυς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν.

Αζαρίας

ἐκ γῆς Συβαθά, ὃς ἐπέστρεψεν ἐξ Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.

5

10

Ἡλίας

Θεσβίτης ἐκ γῆς ̓Αράβων, φυλῆς ̓Ααρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι 15 ἡ Θεσβεὶ δόμα ἦν τοῖς ἱερεῦσιν. ὅτε εἶχεν τεχθῆναι, ἴδεν Σοβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄνδρες λευκοφανεῖς αὐτὸν προσηγόρευον, καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν· καὶ ἐλθὼν ἀνήγγειλεν ἐν Ἱερουσαλὴμ καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειὁ λιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις 20 καὶ κρινεῖ τὸν Ἰσραήλ.

9. 10 apogr. (cod.?) ἐτάφη ἐν θήλ σ. τ. ψ. ἐν βὲ τ. πλ. α.

οὐσίαν.

τὰ δὲ σημεῖα, ἃ ἐποίησεν, εἰσὶ ταῦτα· ηὔξατο Ἠλίας καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία καὶ πάλιν ηὔξατο μετὰ τρία ἔτη καὶ γέγονε πολὺς ὑετός· ἐν Σαρεφθοῖς τῆς Σιδωνίας ἐποίησε διὰ ῥήματος κυρίου τὴν ὑδρίαν τῆς χήρας μὴ ἐκλεῖψαι καὶ τὴν καψάκην τοῦ ἐλαίου μὴ ἐλατο 20 τωθῆναι· τὸν υἱὸν αὐτῆς ἀποθανόντα ἤγειρεν ὁ θεὸς ἐκ νεκρῶν εὐξαμένου αὐτοῦ· προβλήματος γενομένου παρ ̓ αὐτοῦ καὶ τῶν προφητῶν τοῦ Βάαλ, τίς ἂν εἴη ὁ ἀληθινὸς καὶ ὄντως θεός, ἤρεσε γενέσθαι θυσίαν παρά τε αὐτοῦ κἀκείνων καὶ μὴ ὑποθεῖναι πῦρ, ἀλλ ̓ ἕκαστον εὔξασθαι καὶ τὸν ἐπακούοντα αὐτὸν εἶναι θεόν· οἱ μὲν οὖν τῆς Βάαλ 3 ηὔχοντο καὶ κατετέμνοντο ἕως ὥρας ἐνάτης καὶ οὐδεὶς αὐτοῖς ἐπήκουεν· ὁ δὲ Ἠλίας καὶ ὕδατος πολλοῦ πληρώσας τὸν τόπον, ἔνθα ἦν ἡ θυσία, ηὔξατο· καὶ εὐθὺς ἐπέπεσε πῦρ καὶ ἀνήλωσε τὴν θυσίαν καὶ τὸ

29 apogr.

ὅπου ἦν ἡ σκηνὴ τῆς κιβωτοῦ τὸ παλαιέν· ἐκ πόλεως ̓Αρμαθαὶμ Ἠλεὶ τοῦ ἱερέως· οὗτος ὁ προφήτης είπε περὶ Σολομῶν τοῦ υἱοῦ Δαυίδ, ὅτι προσκρούσει τῷ θεῷ· οὗτος ἤλεγξε καὶ τὸν Ἱεροβοάμ, ὅτι ἐὰν βασιλεύσῃ, δόλῳ πορεύσεται μετὰ κυρίου· εἶδε γὰρ ὀπτασίαν ζεῦγος βοῶν ὁ καταπατοῦν τὸν λαόν· καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχοντα καὶ προσεῖπε τῷ Σαλομῶν, ὅτι γυναῖκες αὐτὸν ἐκστήσουσιν ἀπὸ τοῦ κυρίου· καὶ τῷ Ἰεροβοὰμ εἶπεν· ὅτι διὰ τῶν δύο δαμάλεών σου προσκρούσεις τῷ κυρίῳ 1), καὶ εἰς δουλείαν ἔσται τὸ γένος σου. ἀπέθανε δὲ ̓Αχίας καὶ ἐτάφη καὶ ἐτάφη σύνεγγυς τῆς Δρυὸς τῆς οὔσης ἐν Σηλώμ.

10

Ἰωὰμ ὁ προφήτης ἐγεννήθη ἐν Σαμαρείᾳ· οὗτος ἐστίν, ὃν ἐπάταξεν ὁ λέων ἐν τῇ ὁδῷ καὶ ἀπέθανεν· ὅτι ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς χρυσαῖς δαμάλεσιν αὐτοῦ, ἃς ἐποίησεν, ὅτε καὶ κατηράσατο τὴν θυσίαν Ἱεροβοάμ, καὶ ἐξέτεινε τὴν χεῖρα τοῦ κακῶσαι αὐτόν, καὶ ἐξηράνθη ἡ χεῖρ τοῦ Ἱεροβοὰμ καὶ μετὰ ταῦτα ἠπατήθη ὑπὸ τοῦ ψευδοπροφή15 του, καὶ ἐβιάσατο αὐτὸν φαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ. καὶ ἐξελθόντα αὐτὸν ἐπάταξεν ὁ λέων, καὶ τὴν ὄνον αὐτοῦ οὐκ ἠδίκησε. καὶ ἐτάφη ἐν Βεθὴρ σύνεγγυς τοῦ (fol. 229 r°) ψευδοπροφήτου. καὶ ὕστερον ἀποθνήσκων ὁ ψευδοπροφήτης, ὥρκισε τοῖς ἱερεῦσιν, ὅτι μετὰ τοῦ Ἰωὰμ τοῦ προφήτου με θάψετε· ὅτι ἠπάτησα αὐτόν. καὶ ἐν τῇ ἀναστάσει δίκας 20 εἰσπραξόμεθα. καὶ ἀμφότεροι κεῖνται ἐν ἑνὶ μνημείῳ.

Αζαρίας ὁ προφήτης. οὗτος ἦν ἐκ τῆς Συμβαθᾶ. οὗτος ἐστὶν ὁ ἀποστρέψας τὴν αἰχμαλωσίαν Ἰούδα εἰς Ἰσραὴλ2) διὰ προσευχῶν. πολλὰ δὲ προφητεύσας περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ, ἐκοιμήθη ἐν τῇ πατρίδι αὐτοῦ.

25

Ἠλίας ὁ προφήτης. οὗτος ἦν ἐκ Θεσβῶν, ἐκ γῆς ̓Αῤῥάβων, ἐκ φυλῆς ̓Ααρών, οἰκῶν ἐν Γαλαάδ. ὅτι ἡ Θεσβὶς δόμα ἦν τοῖς ἱερεῦσι δεδομένη· καὶ ὅτε ἔτεκεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, εἶδε Σωβὰκ ὁ πατὴρ αὐτοῦ ὀπτασίαν· ὅτι ἄνδρες λευκοφανεῖς αὐτῷ προσηγόρευον· καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν· καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν. το καὶ ἐλθὼν εἰς Ἱερουσαλήμ 3), ἀνήγγειλε τοῖς ἱερεῦσι. καὶ εἶπεν αὐτῷ ὁ χρηματισμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις τοῦ παιδὸς φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ ἐν πυρί. οὗτος ἐστὶν Ἠλίας, ὁ τὸ πῦρ τρίτον ἐξ οὐρανοῦ κατενέγκας καὶ τὸν ὑετὸν τῇ ἰδίᾳ γλώττῃ βαστάσας. καὶ νεκροὺς ἐγείρας. καὶ εἰς 3 οὐρανὸν ἀναληφθεὶς ἐν λαίλαπι πυρός.

30

35

[blocks in formation]

ὕδωρ ἐξέλειπεν· καὶ πάντες τὸν μὲν θεὸν εὐλόγησαν, τοὺς δὲ τῆς Βάαλ ἀνεῖλον ὄντας τετρακοσίους πεντήκοντα. τῷ βασιλεῖ Ὀζίᾳ ἀποστείλαντι μαντεύσασθαι παρὰ εἰδώλων προεφήτευσε θάνατον καὶ ἀπέ

θανεν.

δύο πεντηκοντάρχων ἀποσταλέντων ἐπ ̓ αὐτὸν παρὰ Ὀχοζίου τοῦ ὁ βασιλέως Ἰσραὴλ ἐπεκαλέσατο τὸν κύριον καὶ πῦρ ἀπ ̓ οὐρανοῦ κατέβη κἀκείνους ἀνήλωσε τὸ πῦρ ἐκ προστάγματος κυρίου.

κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ, δείλης δὲ κρέα· τῇ μηλωτῇ ἐπάταξε τὸν Ἰορδάνην καὶ διηρέθη καὶ διέβησαν ξηρῷ τῷ ποδὶ αὐτός τε καὶ Ἐλισαῖος· τὸ τελευταῖον ἀνελήφθη ἅρματι πυρές. 10 Ἐλισαῖος.

Ἐλισαῖος ἦν ἐξ ̓Αβελμαοὺλ γῆς τοῦ Ρουβήν· καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι, ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις ἡ δάμαλις ἡ χρυσή ὀξὺν ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς Ἱερουσαλήμ· καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη Ἰσραήλ, ὃς καθελεὶ τὰ γλυπτὰ 15 αὐτῶν καὶ τὰ χωνευτά· καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ.

τὰ δὲ σημεῖα, ἃ ἐποίησεν, εἰσὶ ταῦτα· ἐπάταξε καὶ αὐτὸς τὸν Ἰορδάνην τῇ μηλωτῇ τῇ Ἡλίου καὶ διῃρέθη τὸ ὕδωρ καὶ διέβη καὶ αὐτὸς ξηρῷ τῷ ποδί· τὰ ὕδατα ἐν Ἰεριχὼ πονηρὰ ἦν καὶ ἄγονα· καὶ ἀκούσας παρὰ τῶν τῆς πόλεως ἐπεκαλέσατο τὸν θεὸν καὶ εἶπεν· 20 ἴαμαι τὰ ὕδατα ταῦτα καὶ οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη· καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης. παίδων ἀτακτούντων κατ ̓ αὐτοῦ κατηράσατο ἐν αὐτοῖς καὶ ἐξελθοῦσαι δύο ἄρχοι ἐνέρρηξαν ἐξ αὐτῶν μβ. γυνὴ προφήτου τελευτήσαντος ὀχλουμένη ὑπὸ δανιστῶν καὶ μὴ ἔχουσα ἀποδοῦναι προσῆλθε τῷ Ἐλιταίῳ 25 καὶ ἐνετείλατο αὐτῇ συναγαγεῖν ἀγγία καινά, ὅσα δύναται, καὶ τὸ ἔχον ὀλίγιστον ἔλαιον ἐκκενοῦν εἰς αὐτά, ἕως ἀποσχῇ τὰ ἀγγία· καὶ τοῦτο ποιήσασα ἐπλήρωσε τὰ ἀγγία καὶ ἀποδέδωκε τοῖς δανισταῖς καὶ τὸ περισσεῦον ἔσχεν εἰς διατροφὴν τῶν παιδίων. εἰς Σουμὰν ἀπελθὼν ἔμεινε παρά τινι γυναικὶ καὶ μὴ ποιοῦσαν αὐτὴν παιδίον, ἐπιθυμοῦσαν τα δὲ σχεῖν εὐξάμενος πεποίηκε συλλαβεῖν καὶ τεκεῖν· εἶτα ἀποθανόντα τὸν παῖδα εὐξάμενος πάλιν ἤγειρεν ἐκ νεκρῶν. εἰς Γάλγαλα ἐλθὼν κατήχθη παρὰ τοῖς υἱοῖς τῶν προφητῶν καὶ ἑψεθέντος προσφαγίου καὶ θανατικῆς βοτάνης συνεψεθείσης τῷ προσφαγίῳ καὶ παρ ̓ ὀλίγον κινδυνευόντων πάντων πεποίηκεν ἀβλαβὲς καὶ ἡδὺ τὸ βρῶμα· τῶν υἱῶν 35 τῶν προφητῶν κοπτόντων ξύλα παρὰ τὸν Ἰορδάνην ἐξέπεσε τὸ δρέπανον καὶ κατεποντίσθη· ὁ δὲ Ἐλισαῖος εὐχόμενος πεποίηκεν ἐπιπολάσα: τὸ δρέπανον. Ναιμᾶν ὁ Σύρος δι ̓ αὐτοῦ ἐκαθερίσθη ἀπὸ τῆς λέπρας. τὸν παῖδα αὐτοῦ Ἐλισαῖος λεγόμενον Γιεζεί, ἀπελθόντα κρύφα παρὰ γνώμην αὐτοῦ πρὸς Ναιμᾶν καὶ αἰτήσαντα ἀργύριον, ὕστερον ἐλθόντα 40 καὶ ἀρνούμενον ἤλεγξε καὶ κατηράσατο αὐτὸν καὶ γέγονε λέπρος. βασιλέως Συρίας πολεμοῦντος τὸν Ἰσραὴλ ἠσφαλίζετο τὸν βασιλέα Ἰσραὴλ ἀπαγγέλλων αὐτῷ τὰς σκέψεις τοῦ ἐχθροῦ· τοῦτο μαθὼν ὁ βασιλεὺς Συρίας πέμπει δύναμιν ἀγαγεῖν τὸν προφήτην· ὁ δὲ εὐξά

« ÖncekiDevam »