Sayfadaki görseller
PDF
ePub

IV.

Παπίας δὲ οὕτως ἐπὶ λέξεως· Ἐνίοις δὲ αὐτῶν, δηλαδή των πάλαι θείων ἀγγέλων, καὶ τῆς περὶ τὴν γῆν διακοσμήσεως ἔξω κεν ἄρχειν, καὶ καλῶς ἄρχειν παρηγγύησε. καὶ ἑξῆς φησίν· Εἰς 5 οὐδὲν δὲ συνέβη τελευτῆσαι τὴν τάξιν αὐτῶν.

[Andreas Caesar. in Apoc. c. 34 serm. 12 p. 52 ed. Sylburg 1696; PG 106, 326.]

[ocr errors]

Περὶ μέντοι τοῦ θεοπνεύστου τῆς βίβλου (τῆς ̓Αποκαλύψεως Ἰωάννου scil.) περιττόν μηκύνειν τὸν λόγον ἡγούμεθα, τῶν μακαρίων Γρηγορίου φημὶ τοῦ θεολόγου καὶ Κυρίλλου, προσέτι δὲ καὶ 10 τῶν ἀρχαιοτέρων Παππίου, Ειρηναίου, Μεθοδίου καὶ Ἱππολύτου ταύτη προσμαρτυρούντων τὸ ἀξιόπιστον.

[Andreas Caesar. in praef. in Apoc. p. 2, PG 106, 217.]

VI.

Λαβόντες τὰς ἀφορμὰς ἐκ Παπίου τοῦ πάνυ, τοῦ Ἱεραπολίτου. τοῦ τῷ ἐπιστηθίῳ φοιτήσαντος, καὶ Κλήμεντος καὶ Πανταίνου τοῦ 15 τῆς ̓Αλεξανδρέων ἱερέως, καὶ ̓Αμμωνίου τοῦ σοφωτάτου, τῶν ἀρ χαίων καὶ πρὸ τῶν συνόδων ἐξηγητῶν, εἰς Χριστὸν καὶ τὴν ἐκ κλησίαν πᾶσαν τὴν ἑξαήμερον νοησάντων.

[Anastas. Sinait. Contempl. anagog. in Hexaém. lib. I. PG 89, 8601

VII.

Οἱ μὲν οὖν ἀρχαιότεροι τῶν ἐκκλησιῶν ἐξηγητῶν, λέγω δ 20 Φίλων ὁ φιλόσοφος καὶ τῶν ἀποστόλων ὁμόχρονος, καὶ Παπίας ὁ πολύς, ὁ Ἰωάννου τοῦ εὐαγγελιστοῦ φοιτητής, ὁ Ἱεραπολίτης καὶ οἱ ἀμφ' αὐτοὺς πνευματικῶς τὰ περὶ παραδείσου ἐθεώρησαν εἰς τὴν Χριστοῦ ἐκκλησίαν ἀναφερόμενοι.

[Anastas. Sin. 1. c. lib. VII. PG 89, 962]

VIII.

25 Τοὺς κατὰ θεὸν ἀκακίαν ἀσκοῦντας παῖδας ἐκάλουν, ὡς καὶ Παπίας δηλοῖ βιβλίῳ πρώτῳ τῶν κυριακῶν ἐξηγήσεων καὶ Κλήμης ὁ ̓Αλεξανδρεὺς ἐν τῷ Παιδαγωγῷ.

[Maximus Conf. Schol. in Dionys. Areop. De caelesti hier arch. c. 2 p. 32 ed. Corder., p. 12 ed. Venet. 1755, PG 4, 48.]

IX.

Ταῦτά φησιν αινιττόμενος οἶμαι Παπίαν τὸν Ἱεραπόλεως τῆς κατ' Ασίαν τότε γενόμενον ἐπίσκοπον καὶ συνακμάσαντα τῷ θείῳ εὐαγγελιστῇ Ἰωάννῃ. οὗτος γὰρ ὁ Παπίας ἐν τῷ τετάρτῳ αὐτοῦ βιβλίῳ τῶν κυριακῶν ἐξηγήσεων τὰς διὰ βρωμάτων εἶπεν ἐν τῇ ὁ ἀναστάσει ἀπολαύσεις. . . καὶ Εἰρηναῖος δὲ ὁ Λουγδούνου ἐν τῷ κατὰ αἱρέσεων πέμπτῳ λόγῳ τὸ αὐτό φησι καὶ παράγει μάρτυρα τῶν ὑπ ̓ αὐτοῦ εἰρημένων τὸν λεχθέντα Παπίαν.

[Maximus Conf. 1. c. De eccl. hierarchia c. 7 p. 422 ed. Corder., p. 86 sq. ed. Venet., PG 4, 176.]

...

Χ.

. . οὐ μὴν ἀλλ ̓ οὐδὲ Παπίαν τὸν Ἱεραπόλεως ἐπίσκοπον 10 καὶ μάρτυρα, οὐδὲ Εἰρηναῖον τὸν ὅσιον ἐπίσκοπον Λουγδούνων (scil. ἀποδέχεται Στέφανος), ἐν οἷς λέγουσιν αἰσθητῶν τινῶν βρωμάτων ἀπόλαυσιν εἶναι τὴν τῶν οὐρανῶν βασιλείαν.

[Stephan. Gob. bei Phot. Biblioth. cod. 232 ed. Bekker p. 291.]

XI.

1. Παπίας Ἱεραπόλεως ἐπίσκοπος ἀκουστὴς τοῦ θεολόγου 15 Ἰωάννου γενόμενος, Πολυκάρπου δὲ ἑταῖρος, πέντε λόγους κυριακῶν λογίων ἔγραψεν. ἐν οἷς ἀπαρίθμησιν ἀποστόλων ποιούμενος μετὰ Πέτρον καὶ Ἰωάννην, Φίλιππον καὶ Θωμᾶν καὶ Ματθαῖον εἰς μαθητὰς τοῦ κυρίου ἀνέγραψεν Αριστίωνα καὶ Ἰωάννην ἕτερον, ἂν καὶ πρεσβύτερον ἐκάλεσεν, ὥς τινας οἴεσθαι, ὅτι τούτου του 20 Ἰωάννου εἰσὶν αἱ δύο ἐπιστολαί αἱ μικροὶ καὶ καθολικαί, αἱ ἐξ ὀνόματος Ἰωάννου φερόμεναι, διὰ τὸ τοὺς ἀρχαίους την πρώτην μόνην ἐγκρίνειν. τινὲς δὲ καὶ τὴν Ἀποκάλυψιν τούτου πλανηθέντες ἐνόμισαν. καὶ Παπίας δὲ περὶ τὴν χιλιονταετηρίδα σφάλ λεται, ἐξ οὗ καὶ ὁ Εἰρηναῖος. 2. Παπίας ἐν τῷ δευτέρῳ λόγῳ 25 λέγει, ὅτι Ἰωάννης ὁ θεολόγος καὶ Ἰάκωβος ὁ ἀδελφὸς αὐτοῦ ὑπὸ Ἰουδαίων ανηρέθησαν. Παπίας ὁ εἰρημένος ἱστόρησεν ὡς παραλαβὼν ἀπὸ τῶν θυγατέρων Φιλίππου, ὅτι Βαρσαβᾶς ὁ καὶ Ἰοῦστος δοκιμαζόμενος ὑπὸ τῶν ἀπίστων τὸν ἐχίδνης πιὼν ἐν ὀνόματι τοῦ Χριστοῦ ἀπαθὴς διεφυλάχθη. ἱστορεῖ δὲ καὶ ἄλλα θαύματα και 30 μάλιστα τὸ κατὰ τὴν μητέρα Μανα μου τὴν ἐκ νεκρῶν ἀναστάσαν.

περὶ τῶν ὑπὸ τοῦ Χριστοῦ ἐκ νεκρῶν ἀναστάντων, ὅτι ἕως Αδρι

ανοῦ ἔζων.

[Philipp. Sidet. Hist. eccles.? Ed. C. de Boor e cod. Barocciano 142 in Texte und Untersuchungen 1888 V, 2 p. 170.]

XII.

1. Μετὰ δὲ Δομετιανὸν ἐβασίλευσε Νερούας ἔτος ἕν, ὃς ἀνακαλεσάμενος Ἰωάννην ἐκ τῆς νήσου ἀπέλυσεν οἰκεῖν ἐν Ἐφέσῳ. μόνος τότε περιών τῷ βίῳ ἐκ τῶν ιβ' μαθητῶν καὶ συγγραψά μενος τὸ κατ' αὐτὸν εὐαγγέλιον μαρτυρίου κατηξίωται. 2. Παπίας γὰρ ὁ Ἱεραπόλεως ἐπίσκοπος, αὐτόπτης τούτου γενόμενος, ἐν τῷ δευτέρῳ λόγῳ τῶν κυριακῶν λογίων φάσκει, ὅτι ὑπὸ Ἰουδαίων 10 ανηρέθη πληρώσας δηλαδὴ μετὰ τοῦ ἀδελφοῦ τὴν τοῦ Χριστοῦ περὶ αὐτῶν πρόρρησιν καὶ τὴν ἑαυτῶν ὁμολογίαν περὶ τούτου καὶ συγκατάθεσιν. εἰπὼν γὰρ ὁ κύριος πρὸς αὐτούς· Δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ πίνω; καὶ κατανευσάντων προθύμως και συνθεμένων· Τὸ ποτήριόν μου, φησίν, πίεσθε, καὶ τὸ βάπτισμα, 15 δ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. καὶ εἰκότως· ἀδύνατον γὰρ θεὸν ψεύσασθαι. 3. οὕτω δὲ καὶ ὁ πολυμαθής Ωριγένης ἐν τῇ κατὰ Ματθαῖον Ερμηνεία διαβεβαιοῦται, ὡς ὅτι μεμαρτύρηκεν Ἰωάννης, ἐκ τῶν διαδόχων τῶν ἀποστόλων ὑποσημαινάμενος τοῦτο μεμαθηκέναι. καὶ μὲν δὴ καὶ ὁ πολυΐστωρ Εὐσέβειος ἐν τῇ ἐκ20 κλησιαστικῇ ἱστορία (ΠΠ, 1) φησί· Θωμᾶς μὲν τὴν Παρθίαν εἴ ληχεν, Ἰωάννης δὲ τὴν Ασίαν, πρὸς οὓς καὶ διατρίψας ἐτελεύ τησεν ἐν Ἐφέσῳ.

25

[E codice Coisliniano 305 Georgii Hamart. Chronicum tradente ed. Nolte in Theol. Quartalschrift 1862 p. 466 sq.]

ΧΙΠ.

Incipit argumentum secundum Iohannem.

Evangelium Iohannis manifestatum et datum est ecclesiis ab Iohanne adhuc in corpore constituto, sicut Papias nomine Hierapolitanus, discipulus Iohannis carus, in exotericis id est in extremis quinque libris retulit. 2. [Descripsit vero Evangelium dictante Iohanne recte. Verum Martion haereticus, cum ab eo 12 Mc. 10, 38. 39 vgl. Mt. 20, 22. 23.

fuisset improbatus, eo quod contraria sentiebat, abiectus est a Iohanne. Is vero scripta vel epistolas ad eum pertulerat a fratribus, qui in Ponto fuerunt].

[Cod. Vatic. Alex. 14 saec. IX ed. J. M. Thomasius Card. Opp. I, 344 Romae 1747; Pitra, Analecta sacra II, 160.]

QUADRATUSFRAGMENT.

Τραϊανοῦ δὲ ἐφ ̓ ὅλοις ἔτεσιν εἴκοσι τὴν ἀρχὴν μησὶν ἓξ δέ- 5 ουσιν κρατήσαντος, Αίλιος Αδριανός διαδέχεται τὴν ἡγεμονίαν. τούτῳ Κοδράτος λόγον προσφωνήσας ἀναδίδωσιν, ἀπολογίαν συντάξας ὑπὲρ τῆς καθ' ἡμᾶς θεοσεβείας, ὅτι δή τινες πονηροὶ ἄνδρες τοὺς ἡμετέρους ἐνοχλεῖν ἐπειρῶντο. εἰς ἔτι δὲ φέρεται παρὰ πλείστοις τῶν ἀδελφῶν, ἀτὰρ καὶ παρ' ἡμῖν τὸ σύγγραμμα, ἐξ οὗ κατιδεῖν 10 ἔστιν λαμπρὰ τεκμήρια τῆς τε τοῦ ἀνδρὸς διανοίας καὶ τῆς ἀποστολικῆς ὀρθοτομίας. 2. ὁ δ ̓ αὐτὸς τὴν καθ ̓ ἑαυτὸν ἀρχαιότητα παραφαίνει, δι' ὧν ἱστορεί ταῦτα ἰδίαις φωναῖς·

»Τοῦ δὲ σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρῆν, ἀληθῆ γὰρ ἦν, οἱ θεραπευθέντες, οἱ ἀναστάντες ἐκ νεκρῶν, οἳ οὐκ ὤφθησαν 15 μόνον θεραπευόμενοι καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες, οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος ἦσαν ἐπὶ χρόνον ἱκανόν, ὥστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο.

[Euseb. H. E. IV, 3 ed. E. Schwartz.]

ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΔΙΟΓΝΗΤΟΝ.

Ι. Ἐπειδὴ ὁρῶ, κράτιστε Διόγνητε, ὑπερεσπουδακότα σε την θεοσέβειαν τῶν Χριστιανῶν μαθεῖν καὶ πάνυ σαφῶς καὶ ἐπιμε λῶς πυνθανόμενον περὶ αὐτῶν, τίνι τε θεῷ πεποιθότες καὶ πῶς ο θρησκεύοντες αὐτὸν τόν τε κόσμον ὑπερορῶσι πάντες καὶ θανά του καταφρονοῦσι καὶ οὔτε τοὺς νομιζομένους ὑπὸ τῶν Ἑλλήνων θεοὺς λογίζονται οὔτε τὴν Ἰουδαίων δεισιδαιμονίαν φυλάσσουσι, καὶ τίνα τὴν φιλοστοργίαν ἔχουσι πρὸς ἀλλήλους, καὶ τί δή ποτε καινὸν τοῦτο γένος ἢ ἐπιτήδευμα εἰσῆλθεν εἰς τὸν βίον νῦν καὶ 10 οὐ πρότερον· ἀποδέχομαί γε τῆς προθυμίας σε ταύτης καὶ παρὰ τοῦ θεοῦ, τοῦ καὶ τὸ λέγειν καὶ τὸ ἀκούειν ἡμῖν χορηγοῦντος, απ τοῦμαι δοθῆναι ἐμοὶ μὲν εἰπεῖν οὕτως, ὡς μάλιστα ἂν ἀκούσαντά σε βελτίω γενέσθαι, σοί τε οὕτως ἀκοῦσαι, ὡς μὴ λυπηθῆναι τὸν εἰπόντα.

15 Π. Αγε δή, καθάρας σεαυτὸν ἀπὸ πάντων τῶν προκατε χόντων σου τὴν διάνοιαν λογισμῶν καὶ τὴν ἀπατῶσαν σε συνή θειαν ἀποσκευασάμενος καὶ γενόμενος ὥσπερ ἐξ ἀρχῆς καινὸς ἄνθρωπος, ὡς ἂν καὶ λόγου καινοῦ, καθάπερ καὶ αὐτὸς ὡμολόγήσας, ἀκροατὴς ἐσόμενος· ἴδε μὴ μόνον τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ 20 τῇ φρονήσει, τίνος ὑποστάσεως ἢ τίνος εἴδους τυγχάνουσιν, οὓς ἐρεῖτε καὶ νομίζετε θεούς. 2. οὐχ ὁ μέν τις λίθος ἐστίν, ὅμοιος τῷ πατουμένῳ, ὁ δ ̓ ἐστὶ χαλκός, οὐ κρείσσων τῶν εἰς τὴν χρήσ σιν ἡμῖν κεχαλκευμένων σκευῶν, ὁ δὲ ξύλον, ἤδη καὶ σεσηπός, ὁ δὲ ἄργυρος, χρήζων ἀνθρώπου τοῦ φυλάξαντος, ἵνα μὴ κλαπῇ, 25 ὁ δὲ σίδηρος, ὑπὸ τοῦ διεφθαρμένος, ὁ δὲ ὅστρακον, οὐδὲν τοῦ κατεσκευασμένου πρὸς τὴν ἀτιμοτάτην ὑπηρεσίαν εὐπρεπέστερον;

« ÖncekiDevam »