Sayfadaki görseller
PDF
ePub
[blocks in formation]

1. Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ̓Ισραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὲν ἐζήτει ἑαυτῷ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν υἱῶν Ἰσραὴλ κληρονομία.

2. Καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας, υἱοὺς δυνάμεως, ἀπὸ Σαραὰ καὶ ἀπὸ Εσθαόλ, τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτήν· καὶ εἶπαν πρὸς αὐτούς· Πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Εφραιμ ἕως οἴκου Μιχαία, καὶ ἠυλίσθησαν αὐτοὶ ἐκεῖ ἐν οἴκῳ Μιχαία.

3. Καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φω νὴν τοῦ νεανίσκου τοῦ Λευίτου, καὶ ἐξέκλιναν ἐκεῖ. καὶ εἶπαν αὐτῷ· Τίς ἤνεγκέ σε ὧδε ; καὶ σὺ τί ποιεῖς ἐν τῷ τόπῳ τούτῳ ; καὶ τί σοι ὧδε ;

4. Καὶ εἶπε πρὸς αὐτούς· Οὕτω καὶ οὕτως ἐποίησέ μοι Μιχαίας, καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα.

5. Καὶ εἶπαν αὐτῷ· Επερώτησον δὲ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ ενος δωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾧ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ.

6. Καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς· Πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν, ἐν ᾧ πορεύεσθε ἐν αὐτῇ.

7. Καὶ ἐπορεύθησαν οἱ πέντε ἄν δρες, καὶ ἦλθον εἰς Λαισά, καὶ εἶδον τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθή

[ocr errors][ocr errors][ocr errors]

CAP. XVIIΙ.

1. Εν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει ἡ φυλή τοῦ Δὲν ἑαυτῷ κληρονομίαν τοῦ κατ τοικεῖν, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ φυλῶν Ισραὴλ κληρονομία.

2. Καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δὰν ἐκ τῶν συγγείων αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν, υἱοὺς δυνάμεως, ἐκ Σαραὰ καὶ Ἐσθαὸλ, τοῦ κατ τασκέψασθαι τὴν γῆν, καὶ ἐξιχνιάσαι αὐτήν· καὶ εἶπαν πρὸς αὐτούς. Πορεύεσθε καὶ ἐξερευνήσετε τὴν γῆν. καὶ παρεγένοντο εἰς ὄρος Εφραΐμ ἕως οἴκου Μιχά· καὶ κατέπαυσαν ἐκεῖ, αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχά.

3. Αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευΐτου, καὶ ἐξέκλιναν ἐκεῖ. καὶ εἶπαν αὐτῷ· Τίς ἤγαγέν σε ὧδε ; καὶ τί ποιεῖς ἐνταῦθα ; καὶ τί σοι ἐστὶν ὧδε;

4. Καὶ εἶπεν πρὸς αὐτούς· Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχά· καὶ ἐμισθώσατό με, καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα.

5. Καὶ εἶπαν αὐτῷ· Επερώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ και τευοδοῖ ἡ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς ποι ρευόμεθα ἐπ' αὐτῆς.

6. Καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς· Πορεύεσθε, καὶ εἰς εἰρήνην ἐνώπιον κυ ρίου ἡ ὁδὸς ὑμῶν, καθ ̓ ἣν ὑμεῖς που ρεύεσθε ἐν αὐτῇ.

7. Καὶ ἐπορεύθησαν οἱ πέντε ἄν. δρες, καὶ παρεγένοντο εἰς Λαισά καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα

EX CODICE ROMANΟ.

μενον ἐπ' ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστι διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροὺς, καὶ μακράν εἰσι Σιδωνίων, καὶ λόγον οὐκ ἔχουσι πρὸς ἄνθρωπον.

8. Καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαὸλ, καὶ εἶπον τοῖς ἀ- | δελφοῖς αὐτῶν· Τί ὑμεῖς κάθησθε;

καὶ εἶπαν

9. ̓Ανάστητε, καὶ ἀναβῶμεν ἐπ ̓ αὐτοὺς, ὅτι εἴδομεν τὴν γῆν, καὶ ἰδοὺ ἀγαθὴ σφόδρα, καὶ ὑμεῖς ἡσυχάζετε. μὴ ὀκνήσητε τοῦ πορευθῆς ναι, καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν.

10. Καὶ ἡνίκα ἐὰν ἔλθητε, είσελεύσεσθε πρὸς λαὸν ἐπ' ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν· τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ.

11. Καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δὰν ἀπὸ Σαραὰ καὶ ἀπὸ Εσθαὸλ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως.

12. Καὶ ἀνέβησαν καὶ παρενέβα λον ἐν Καριαθιαρὶμ ἐν Ἰούδα. διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ παρεμβολὴ Δὰν ἕως τῆς ἡμέρας ταύτης. ἰδοὺ ὀπίσω Καριαθιαρίμ.

13. Καὶ παρῆλθον ἐκεῖθεν ὄρος ̓Εφραὶμ, καὶ ἦλθον ἕως οἴκου Μιχαία.

14. Καὶ ἀπεκρίθησαν οἱ πέντε ἄν δρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν Λαϊσὰ, καὶ εἶπαν πρὸς τοὺς ἀδελφούς· Εγνωτε ὅτι ἐστὶν ἐν τῷ

[ocr errors]

|

[ocr errors]

EX CODICE ALEXANDRINO.

ἐν αὐτῷ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων· ἡσυ χάζοντας ἐν ἐλπίδι, καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα ἐν τῇ γῇ, ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας.

8. Καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαόλ· καὶ ἔλεγον αὐτ τοῖς οἱ ἀδελφοὶ αὐτῶν· Τί ὑμεῖς κάθησθε; καὶ εἶπαν ̓Ανάστητε, καὶ ἀναβῶμεν ἐπ ̓ αὐτὴν, ὅτι εἰσήλθαμεν, καὶ ἐνεπεριεπατήσαμεν ἐν τῷ γῇ ἕως σιγῆσαι.

9. Καὶ εἴδομεν τὸν λαὸν τὸν και τοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι, κατὰ σύγκριμα τῶν Σιδωνίων, καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος· καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας. ἀλλὰ ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ αὐτοὺς, ὅτι εὑρήκαμεν τὴν γῆν, κα καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς σιωπᾶτε. μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν, καὶ κατακληρονομῆσαι τὴν γῆν.

10. Ηνίκα ἂν εἰσέλθητε, ἥξετε πρὸς λαὸν πεποιθότα, καὶ ἡ γῆ εὐρύχωρος· ὅτι παρέδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν· τόπος οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος ὅσα ἐν τῇ γῇ.

11. Καὶ ἀπῆραν ἐκεῖθεν ἐκ συγγενείας τοῦ Δὼν ἐκ Σαραὰ καὶ Εσθαὸλ ἐξακόσιοι άνδρες περιζωσμένοι σκεύη πολεμικά.

12. Καὶ ἀνέβησαν καὶ παρενεβάλασαν ἐν Καριαθαρὶμ ἐν Ιούδα. διὰ τοῦτο ἐκλήθη τῷ τόπῳ ἐκείνῳ παρεμβολὴ Δὰν ἕως τὴς ἡμέρας ταύτης. ἰδοὺ κατόπισθεν Καριαθαρίμ.

13. Παρῆλθον ἐκεῖθεν, καὶ ἦλθον | ἕως τοῦ ὄρους Εφραιμ, καὶ ἦλθον ἕως οἴκου Μιχά.

14. Καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασ θαι τὴν γῆν Λαϊσὰ, καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν· Εἰ οἴδατε ὅτι

EX CODICE ROMANΟ.

οἴκῳ τούτῳ ἐφὼν καὶ θεραφίν καὶ γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν γνῶτε ὅ, τι ποιήσετε.

15. Καὶ ἐξέκλιναν ἐκεῖ, καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, εἰς τὸν οἶκον Μιχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην.

16. Καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τὴς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν.

17. Καὶ ἀνέβησαν οἱ πέντε άνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν, καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ὁ ἱερεὺς ἑστώς.

18. Καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ χω- |

νευτόν.

19. Καὶ εἶπε πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε; καὶ εἶπαν αὐτῷ· Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου, καὶ δεῦρο μεθ ̓ ἡμῶν, καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα. μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου | ἀνδρὸς ἑνὸς, ἢ γενέσθαί σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ἰσραήλ;

20. Καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβε τὸ ἐφὼδ καὶ τὸ θεραφίν καὶ τὸ χωνευτὸν, καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ.

21. Καὶ ἐπέστρεψαν καὶ ἀπῆλθον, καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐ

τῶν.

22. Αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαία, καὶ ἰδοὺ Μιχαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαία ἐβόησαν.

23. Καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν. καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δὰν τὸ πρόσωπον αὐτῶν, καὶ εἶπαν τῷ Μι χαίᾳ· Τί ἐστὶ σοι, ὅτι ἐβόησας ;

24. Καὶ εἶπε Μιχαίας. "Οτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε, καὶ τὸν ἱερέα, καὶ ἐπορεύθητε, καὶ τί |

EX CODICE ALEXANDRINO.

ἐν τοῖς οἴκοις τούτοις ἐφούδ, καὶ θεραφὶν, καὶ γλυπτὸν, καὶ χωνευτόν· καὶ νῦν γνῶτε τὶ ποιήσετε.

15. Καὶ ἐξέκλιναν ἐκεῖ· καὶ εἰσ ήλθοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μι χὰ, καὶ ἠσπάσαντο αὐτὸν.

16. Καὶ οἱ ἑξακόσιοι άνδρες περιεζωσμένοι σκεύη πολεμικὰ αὐτῶν ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος, οἱ ἐκ τῶν υἱῶν Δάν.

17. Καὶ ἀνέβησαν οἱ πέντε ἄν δρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν ἐπελθόντες ἐκεῖ.

18. Ελαβον τὸ γλυπτὸν, καὶ τὸ ἐφόδ, καὶ τὸ θεραφὶν, καὶ τὸ χωνευ

τόν.

19. Καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱε ρεύς· Τί ὑμεῖς ποιεῖτε; καὶ εἶπαν πρὸς αὐτόν· Κώφευσον. ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου, καὶ ἐλθὲ μεθ ̓ ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα. μὴ βέλτιον εἶναι εἰς ἱερέα οἴκου ἀνδρὸς ἑνὸς, ἢ γενέσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ἰσραὴλ ;

20. Καὶ ἠγαθύνθη ἡ καρδία τοὺ ἱερέως, καὶ ἔλαβεν τὸ ἐφοὺδ, καὶ τὸ θεραφὶν, καὶ τὸ γλυπτὸν, καὶ τὸ χωνευτόν· καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ.

21. Καὶ ἐπέστρεψαν καὶ ἀπῆλθον καὶ ἔθησαν τὴν πανοικίαν καὶ τὴν κτῆσιν αὐτοῦ τὴν ἔνδοξον ἔμπροσθεν αὐτῶν.

22. Αὐτῶν δὲ μεμακρυνκότων ἀπὸ τοῦ οἴκου Μιχὰ, καὶ ἰδοὺ Μιχὰ καὶ οἱ ἄνδρες, ὁ λαὸς οἱ ὄντες ἐν τοῖς οἴκοις οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχά, ἔκραζον κατοπίσω Δάν.

23. Καὶ ἐβόησαν πρὸς τοὺς υἱοὺς Δάν. καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δὰν κατὰ πρόσωπον αὐτῶν, καὶ εἶπαν Μιχὰ· Τί ἐστίν σοι ὅτι ἐβόησας;

24. Καὶ εἶπεν Μιχά· Οτι τὸ μου γλυπτον ὃ ἐποίησα ἐλάβετε, καὶ τὸν ἱερέα, καὶ ἀπήλθατε, καὶ τί ἐμοὶ ἔτι ;

EX CODICE ROMANO.

καὶ τί τοῦτο λέγετε πρὸς μέ· Τί κράζεις ;

25. Καὶ εἶπαν πρὸς αὐτὸν οἱ υἱοὶ Δάν· Μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ ̓ ἡμῶν, μήποτε συναντήσωσιν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ, καὶ προσθήσουσι ψυχήν σου; καὶ τὴν ψυχήν τοῦ οἴκου σου.

26. Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν, καὶ εἶδε Μιχαίας | ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτὸν, καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτ τοῦ.

27. Καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποίη σε Μιχαίας, καὶ τὸν ἱερέα ὃς ἦν αὐτῶν, καὶ ἦλθον ἐπὶ Λαισὰ, ἐπὶ λαὸν ἡσυ χάζοντα καὶ πεποιθότα ἐπ ̓ ἐλπίδι.

EX CODICE ALEXANDRINO.

καὶ τοῦτο λέγετέ μοι· Τί τοῦτο κράζεις ;

25. Καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δάν· Μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ ̓ ἡμῶν, μήποτε ἀπαντήσωσιν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ· καὶ προσθήσεις τὴν ψυχήν σου, καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.

26. Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς τὴν ὁδὸν αὐτῶν, καὶ εἶδεν Μι χὰ ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ· καὶ ἐξένευσεν, καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.

27. Καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησ σεν Μιχά· καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ. καὶ ἦλθον ἕως Λαισὰ, ἐπὶ λαὸν ἡσυ χάζοντα καὶ πεποιθότα.

28. Καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας· καὶ τὴν πόλιν ἐνέπρησαν· καὶ οὐκ ἔστιν ἐξαιρούμενος· ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνἐνθρώπων, καὶ αὐτὴ ἐν κοιλάδι ἡ ἐστιν τοῦ οἴκου Τώβ.

28. Καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρὶ, καὶ οὐκ ἦν ὁ ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτ τοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ τῇ κοιλάδι τοῦ οἴκου Ράαβ.

29. Καὶ ᾠκοδόμησαν τὴν πόλιν, καὶ κατεσκήνωσαν ἐν αὐτῷ, καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν, ἐν ὀνόματι Δὲν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ Ἰσραήλ. καὶ ἦν Οὐλαμαῖς ὄνομα τῆς πόλεως το πρότερον.

30. Καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτὸν, καὶ Ἰωνάθαν υἱὸς Γηρσὼν υἱὸς Μανασσῆ αὐτὸς, καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῷ φυλῇ Δὰν ἕως ἡμέρας τῆς ἀποικίας τῆς γῆς.

31. Καὶ ἔθηκαν ἑαυτοὶς τὸ γλυπ τὸν ὃ ἐποίησε Μιχαίας, πάσας τάς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλώμ. καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραήλ.

[ocr errors]

29. Καὶ ᾠκοδόμησαν τὴν πόλιν, καὶ κατῴκησαν ἐν αὐτῇ. καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν, κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν, ὃς ἐγενήθη τῷ Ἰσραήλ. καὶ ἦν ̓Αλὶς τῇ πόλει τὸ πρότερον.

30. Καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δὰν τὸ γλυπτὸν Μιχά. καὶ Ιωνάθαν υἱὸς Γηρσώμ υἱοῦ Μανασσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δάν.

31. Καὶ ἔταξαν αὐτοῖς τὸ γλυπ τὸν Μιχὰ ὃ ἐποίησεν, πάσας τὰς ἡμέρας ὅσας ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλώ· καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ βασιλεὺς οὐκ ἦν ἐν Ισραήλ.

In versu 7. editio Aldina ad codicem Alexandrinum magis accedit quam ad Romanum: sicut et fragmentum Sarravianum; quod hic ita sese habet: Καὶ εἶδὸν Χ σὺν Ε τὸν λαὸν τὸν ἐν αὐτῷ κατοικοῦντα ἐν ἐλπίδι, κατὰ σύγ κρισιν τῶν Σιδωνίων, ἡσυχάζοντα ἐν ἐλπίδι, καὶ μὴ δυναμένου μου λάλῆσαι ῥῆμα κ ἐν τῇ γῇ, κληρονόμος θησαυροῦ, ὅτι μακράν εἰσιν ἀπὸ

Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας. In versu vero 9. pro eo quod in Romana editione habetur, öri eidoμev tŷv yñv, et in Aldina, örı ἑωράκαμεν τὴν γῆν, hic (convenienter Alexandrino exemplari leguntur hæc omnia: : ὅτι εἰσήλθαμεν, καὶ ἐνπεριεπατήσαμεν ἐν αὐτῇ γῇ ἕως Λαρνὰς, καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ σύγκριμα τῶν Σιδωνίων, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας. ἀλλὰ ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ ̓ αὐτοὺς, Ε ὅτι εὑρήκαμεν Χ σὺν Ε τὴν γῆν. Ubi duo notanda. I. Non omnia loca, quæ obelo ab Origene signata fuerant, vel in Aldina vel in Romana etiam editione hodie reperiri. II. Antiquissima hæc fragmenta, ut hic, ita et alibi passim, cum Alexandrino magis codice quam cum Romano convenire.

« ÖncekiDevam »